Thesauros Edebiyat biography Περὶ δυσωπίας

Περὶ δυσωπίας

Περὶ δυσωπίας Plutarch
13 ἀπʼ ἄλλης δʼ ἀρχῆς· τὰ μὲν μέτρια καὶ πρέποντα δεῖ προθύμως ὑπουργεῖν τοῖς ἀξιοῦσι, μὴ δυσωπουμένους ἀλλʼ ἑκόντας· ἑκόντας M: εἰκοντας ἐν δὲ τοῖς βλαβεροῖς καὶ ἀτόποις τὸ τοῦ Ζήνωνος ἀεὶ πρόχειρον ἔχειν, ὃς ἀπαντήσας τινὶ νεανίσκῳ τῶν συνήθων παρὰ τὸ τεῖχος ἡσυχῆ βαδίζοντι, καὶ πυθόμενος ὅτι φεύγει φίλον ἀξιοῦντα μαρτυρεῖν αὐτῷ τὰ ψευδῆ τί λέγεις φησὶν ἀβέλτερε; σὲ μὲν ἐκεῖνος ἀγνωμονῶν καὶ ἀδικῶν οὐ δέδιεν οὐδʼ αἰσχύνεται, σὺ δʼ ἐκεῖνον ὑπὲρ τῶν δικαίων οὐ θαρρεῖς ὑποστῆναι; ὁ μὲν γὰρ εἰπὼν ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία Lorenz. p. 302 κακῶς ἐθίζει μιμούμενον ἀμύνεσθαι τὴν κακίαν· τὸ δὲ τοὺς ἀναιδῶς καὶ ἀδυσωπήτως ἐνοχλοῦντας ἀποτρίβεσθαι τῷ ἀδυσωπήτῳ καὶ μὴ χαρίζεσθαι τὰ αἰσχρὰ τοῖς ἀναισχύντοις αἰσχυνόμενον, ὀρθῶς καὶ δικαίως γιγνόμενόν ἐστιν ὑπὸ τῶν νοῦν ἐχόντων.
14 ἔτι τοίνυν τῶν δυσωπούντων τοῖς μὲν ἀδόξοις καὶ ταπεινοῖς καὶ μηδενὸς ἀξίοις οὐ μέγʼ ἔργον ἀντισχεῖν, ἀλλὰ καὶ μετὰ γέλωτος ἔνιοι καὶ σκώμματος ἐκκλίνουσι τοὺς τοιούτους ὡς Θεόκριτος, δυεῖν παρʼ αὐτοῦ ἐν βαλανείῳ στλεγγίδα κιχραμένων, τοῦ μὲν ξένου τοῦ δὲ γνωρίμου κλέπτου, μετὰ παιδιᾶς ἀμφοτέρους διεκρούσατʼ εἰπών σὲ μὲν οὐκ οἶδα σὲ δʼ οἶδα Λυσιμάχη δʼ Ἀθήνησιν, ἡ τῆς Πολιάδος; ἱέρεια, τῶν τὰ ἱερὰ προσαγαγόντων ὀρεωκόμων ἐγχέαι κελευόντων, ἀλλʼ ὀκνῶ εἶπε μὴ καὶ τοῦτο πάτριον γένηται καὶ Ἀντίγονος πρός τινα νεανίσκον, γεγονότα μὲν ἐκ λοχαγοῦ χαρίεντος αὐτὸν δʼ ἄτολμον ὄντα καὶ μαλακὸν ἀξιοῦντα δὲ προαχθῆναι, παρʼ ἐμοί φησὶν ὦ μειράκιον, ἀνδραγαθίας εἰσὶν οὐ πατραγαθίας τιμαί.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi