12
διὸ τῶν παθῶν μάλιστα τῷ δυσωπεῖσθαι τὸ μετανοεῖν οὐχ ὕστερον, ἀλλʼ εὐθὺς ἐν οἷς πράττει πάρεστι· καὶ γὰρ διδόντες ἀχθόμεθα καὶ μαρτυροῦντες αἰσχυνόμεθα καὶ συνηγοροῦντες συνηγοροῦντες W: συνεργοῦντες ἀδοξοῦμεν καὶ μὴ παρέχοντες ἐλεγχόμεθα. πολλὰ γὰρ ὑπʼ ἀσθενείας τοῦ ἀντιλέγειν καὶ τῶν ἀδυνάτων ἡμῖν ὑπισχνούμεθα τοῖς λιπαροῦσιν λιπαροῦσν M: ἀεὶ παροῦσιν ὡς συστάσεις ἐν αὐλαῖς καὶ πρὸς ἡγεμόνας ἐντεύξεις, μὴ βουλόμενοι μηδʼ εὐτονοῦντες εἰπεῖν οὐκ οἶδεν ἡμᾶς ὁ βασιλεύς, ἀλλʼ ἑτέρους ὅρα ὅρα Madvigius: ὁρᾷ μᾶλλον,cf. Kock. 3 p. 447 ὡς Λύσανδρος Ἀγησιλάῳ προσκεκρουκὼς ἀξιούμενος δὲ μέγιστον δύνασθαι παρʼ αὐτῷ διὰ τὴν δόξαν, οὐκ ᾐσχύνετο παραιτεῖσθαι τοὺς ἐντυγχάνοντας, ἀπιέναι πρὸς ἑτέρους κελεύων καὶ πειρᾶσθαι τῶν μᾶλλον αὐτοῦ παρὰ τῷ βασιλεῖ δυναμένων. οὐ γὰρ αἰσχρὸν τὸ μὴ πάντα δύνασθαι· τὸ δὲ μὴ δυναμένους ἢ μὴ πεφυκότας ἀναδέχεσθαι τὰ τοιαῦτα καὶ παραβιάζεσθαι, πρὸς τῷ αἰσχρῷ καὶ λυπηρότατόν ἐστιν.