Thesauros Edebiyat biography Περὶ ἀδολεσχίας

Περὶ ἀδολεσχίας

Περὶ ἀδολεσχίας Plutarch
5 Λυσίας τινὶ δίκην ἔχοντι λόγον συγγράψας ἔδωκεν· ὁ δὲ πολλάκις ἀναγνοὺς ἧκε πρὸς τὸν Λυσίαν ἀθυμῶν καὶ λέγων τὸ μὲν πρῶτον αὐτῷ διεξιόντι θαυμαστὸν φανῆναι τὸν λόγον, αὖθις δὲ καὶ τρίτον ἀναλαμβάνοντι παντελῶς ἀμβλὺν καὶ ἄπρακτον· ὁ δὲ Λυσίας γελάσας τί οὖν εἶπεν οὐχ ἅπαξ μέλλεις λέγειν αὐτὸν ἐπὶ τῶν δικαστῶν; καὶ σκόπει τὴν Λυσίου πειθὼ καὶ χάριν· κἀκεῖνον γάρ ἐγώ φαμὶ ἰοπλοκάμων Μοισᾶν εὖ λαχεῖν. Bergk. 3 p. 703 qui Sapphoni verba tribuens conicit: ἔγω φᾶμι ἰοπλόκων ι Μοισᾶν εὖ λαχέμεν. cf. Pindar. Pyth. 1, 1 τῶν δὲ περὶ τοῦ ποιητοῦ λεγομένων ἀληθέστατόν ἐστιν, ὅτι μόνος Ὅμηρος τῆς τῶν ἀνθρώπων ἁψικορίας περιγέγονεν, ἀεὶ καινὸς ὢν καὶ πρὸς χάριν ἀκμάζων· ἀλλʼ ὅμως εἰπὼν καὶ εἰπὼν καὶ] del. Stegmannus ἀναφωνήσας ἐκεῖνο περὶ αὑτοῦ, τὸ ἐχθρὸν δὲ μοί ἐστιν Hom. μ 452 αὖτις αὖτις idem: αὖθις ἀριζήλως εἰρημένα μυθολογεύειν φεύγει καὶ φοβεῖται τὸν ἐφεδρεύοντα παντὶ λόγῳ κόρον, εἰς ἄλλα ἐξ ἄλλων διηγήματα τὴν ἀκοὴν ἄγων καὶ τῇ καινότητι τὴν πλησμονὴν αὐτῆς παραμυθούμενος. οἱ δʼ ἀποκναίουσι δήπου τὰ ὦτα ταῖς ταυτολογίαις ὥσπερ παλίμψηστα διαμολύνοντες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi