Thesauros Edebiyat biography Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι

Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι

Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι Plutarch
4 ἡ δὲ Κόριννα τὸν Πίνδαρον, ὄντα νέον ἔτι καὶ τῇ λογιότητι σοβαρῶς χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον ὄντα καὶ Bernardakis would omit καὶ/ μὴ ποιοῦντα μύθους, ὃ τῆς ποιητικῆς ἔργον εἶναι συμβέβηκε, γλώσσας γλώσσαςMeziriacus: γλῶσσαι, γλῶσσα, or γλῶσσαν. δὲ καὶ καταχρήσεις καὶ μεταφοράσεις μεταφράσεις] μεταφορὰςMichael. καὶ μέλη καὶ ῥυθμοὺς δʼ ἡδύσματα τοῖς πράγμασιν ὑποτιθέντα. ὑποτιθένταPohlenz: ὑποτίθεται. σφόδρʼ οὖν ὁ Πίνδαρος ἐπιστήσας τοῖς λεγομένοις ἐποίησεν ἐκεῖνο τὸ μέλος Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν, ἢ Κάδμον ἢ Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν, ἢ τὸ πάνυ πάνυ] πάντολμονLucian (Demosth. Encom.c. 19). σθένος Ἡρακλέους ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν ἢ τὰν Διωνύσου πολυγαθέα τιμάνibid.: ἡττᾶν. . δειξαμένου δὲ τῇ Κορίννῃ γελάσασα ἐκείνη τῇ χειρὶ δεῖν ἔφη σπείρειν, ἀλλὰ μὴ ὅλῳ τῷ θυλάκῳ. τῷ γὰρ ὄντι συγκεράσας καὶ συμφορήσας πανσπερμίαν τινὰ μύθων ὁ Πίνδαρος εἰς τὸ μέλος ἐξέχεεν. ἀλλʼ ὅτι μὲν ἡ ποιητικὴ περὶ μυθοποιίαν ἐστί καὶ Πλάτων εἴρηκεν. ὁ δὲ μῦθος εἶναι βούλεται λόγος ψευδὴς ἐοικὼς ἀληθινῷ· διὸ καὶ πολὺ τῶν ἔργων ἀφέστηκεν, εἰ λόγος μὲν ἔργου, καὶ λόγου δὲ μῦθος εἰκὼν καὶ εἴδωλόν ἐστι. καὶ τοσοῦτον τῶν ἱστορούντων οἱ πλάττοντες τὰς πράξεις ὑστεροῦσιν, ὅσον ἀπολείπονται τῶν πραττόντων οἱ λέγοντες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi