2.8
Πἀλιν ἐν Πἀφῳ, τοῦ βασιλεύοντος ἀδίκου καὶ πονηροῦ φανέντος ι ἐκβαλὼν τοῦτον Ἀλέξανδρος ἕτερον ἐζήτει, τοῦ Κινυραδῶν γένους ἤδη φθίνειν καὶ ἀπολείπειν δοκοῦντος. ἕνα δʼ οὖν ἔφασαν περιεῖναι πένητα καὶ ἄδοξον ἄνθρωπον ἐν κήπῳ τινὶ παρημελημένως διατρεφόμενον. ἐπὶ τοῦτον οἱ πεμφθέντες ἧκον, εὑρέθη δὲ πρασιαῖς ὕδωρ ἐπαντλῶν· καὶ διεταράχθη τῶν στρατιωτῶν ἐπιλαμβανομένων αὐτοῦ καὶ βαδίζειν κελευόντων. ἀχθεὶς δὲ; πρὸς Ἀλέξανδρον ἐν εὐτελεῖ σινδονίσκῃ βασιλεὺς ἀνηγορεύθη καὶ πορφύραν ἔλαβε, καὶ εἷς ἦν τῶν ἑταίρων προσαγορευομένων· ἐκαλεῖτο δʼ Ἀβδαλώνυμος. οὕτως αἱ τύχαι ποιοῦσι βασιλεῖς, μετ αμφιέζουσι, μεταγράφουσι ταχύ καὶ ῥᾳδίως, μὴ προσδεχομένους μηδʼ ἐλπίζοντας.
2.9
Ἀλεξάνδρῳ δὲ τ ι παρʼ ἀξίαν, τί ἀνιδρωτί, τί ἀναιμωτί, τί προῖκα, τί μὴ πονήσαντι τῶν μεγάλων; αἵματι κεκραμένους ποταμοὺς ἔπιε καὶ νεκροῖς γεγεφυρωμένους διέβη, καὶ πόαν ἔφαγε διὰ λιμὸν ἣν πρώτην εἶδε, καὶ βάθεσι χιόνων κατακεχωσμένα ἔθνη καὶ πόλεις ὑπὸ γῆν ἐνδεδυκυίας διώρυξε, καὶ θάλατταν μαχομένην ἔπλευσε, καὶ θῖνας ἀνύδρους τὰς Γεδρωσίων καὶ Ἀραχωσίων ὁδεύων ἐν θαλάττῃ πρότερον ἢ ἐν γῇ φυτὸν εἶδεν.