5
ἆρʼ οὖν ταύτην τις ἀρχὴν ποιησάμενος οἰ - κείαν ἂν ὑπὲρ τῆς Τύχης ἐπάγοιτο μάρτυρας αὖ τοὺς Ῥωμαίους, ὡς τῇ Τύχῃ πλέον ἢ τῇ Ἀρετῇ νέμοντας; ἀρετῆς μέν γε παρʼ αὐτοῖς ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱερὸν ἱδρύσατο Σκιπίων ὁ Νομαντῖνος, εἶτα Μάρκελλος τὸ Οὐιρτοῦτίς τε καὶ Ὀνῶρις προσαγορευόμενον, καὶ τὸ τῆς Μέντις καλουμένης Γνώμης ἂν νομίζοιτο Σκαῦρος Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονώς· ἤδη τότε λόγων καὶ σοφισμάτων καὶ στωμυλίας παρεισρυείσης εἰς τὴν πόλιν ἤρχοντο σεμνύνειν τὰ τοιαῦτα. σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν οὐκ ἔστιν οὐδὲ Σωφροσύνης ἢ μεγαλοψυχίας ἢ καρτερίας ἢ ἐγκρατείας· ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ παλαιά, καὶ ὁμοῦ τι τοῖς πρώτοις καταμεμειγμένα τῆς πόλεως θεμελίοις γέγονε. πρῶτος μὲν γὰρ ἱδρύσατο Τύχης ἱερὸν Μάρκιος Ἄγκος, ὁ Νομᾶ θυγατριδοῦς καὶ τέταρτος ἀπὸ Ῥωμύλου βασιλεὺς γενόμενος· καὶ τάχα που τῇ τύχῃ τὴν ἀνδρείαν παρωνόμασεν, ᾗ πλεῖστον εἰς τὸ νικᾶν τύχης μέτεστι. τὸ δὲ τῆς Γυναικείας Τύχης κατεσκευάσαντο πρὸ Καμίλλου ὅτε Μάρκιον Κοριόλανον ἐπάγοντα τῇ πόλει Οὐολούσκους ἀπεστρέψαντο διὰ τῶν γυναικῶν. πρεσβευσάμεναι γὰρ αὗται πρὸς τὸν ἄνδρα μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῆς γυναικός, ἐξελιπάρησαν καὶ κατειργάσαντο φείσασθαι τῆς πόλεως καὶ τὴν στρατιὰν τῶν βαρβάρων ἀπαγαγεῖν. τότε λέγεται τὸ ἄγαλμα τῆς Τύχης ἅμα τῷ καθιερωθῆναι φωνὴν ἀφεῖναι καὶ εἰπεῖν, ὁσίῳ με πόλεως νόμῳ, γυναῖκες ἀσταί, καθιδρύσασθε.