7
Πυραίχμης βασιλεὺς Εὐβοέων ἐπολέμει Βοιωτοῖς. ὃν Ἡρακλῆς ἔτι νέος ὢν ἐνίκησε· πώλοις δὲ προσδήσας καὶ εἰς δύο μέρη διελὼν τὸν Πυραίχμην, ἄταφον ἔρριψεν. ὁ δὲ τόπος προσαγορεύεται πῶλοι Πυραίχμου, κεῖται δὲ παρὰ ποταμὸν Ἡράκλειον, χρεμετισμὸν δʼ ἀναδίδωσι πινόντων ἵππων· ὡς ἐν τρίτῳ περὶ ποταμῶν. Τοῦλλος Ὁστίλιος Ὁστίλιος *: ὁστίλλιος βασιλεὺς Ῥωμαίων ἐπολέμησεν Ἀλβανοῖς, βασιλέως ὄντος Μετίου Φουφετίου, καὶ τὴν μάχην πολλάκις ὑπερέθετο. οἱ δέ, ἡττωμένου, ἡττωμένου] ὡς ἡττωμένου Duebnerus εἰς εὐωχίαν ἐτράπησαν· οἰνωμένοις δʼ ἐπέθετο, καὶ τὸν βασιλέα δύο πώλοις συζεύξας διεσπάραξεν· ὡς Ἀλέξαρχος Ἀλέξαρχος] Mueller. 4 p. 298 ἐν τετάρτῃ Ἰταλικῶν.