6
Ῥωμαίων πρὸς Πύρρον Ἠπειρώτην πολεμούντων Αἰμίλιος Παῦλος χρησμὸν ἔλαβε νικῆσαι, βωμὸν ἐὰν ἅρματι, ἔνθα ἂν ἴδῃ χάσματι κρυπτόμενον ἄνδρα τῶν ἐπισήμων μετὰ ἅρματος. μετὰ τρεῖς ἡμέρας Οὐαλέριος Κονᾶτος κατʼ ὄναρ ἰδὼν ἀναλαβεῖν ἱερέως κόσμον καὶ γὰρ ἦν μαντικῆς ἔμπειρος, στρατηγήσας καὶ πολλοὺς φονεύσας ὑπὸ γῆς κατεπόθη. ὁ Αἰμίλιος δὲ βωμὸν ἱδρύσας ἐνίκησε καὶ ἑκατὸν ἑξήκοντα πυργοφόρους ἐλέφαντας εἰς Ῥώμην κατέπεμψεν. ὁ δὲ βωμὸς μαντεύεται κατʼ ἐκεῖνον τὸν καιρόν, καθʼ ὃν ἐνικήθη Πύρρος· ὡς ἱστορεῖ Κριτόλας ἐν τρίτῃ Ἠπειρωτικῶν.
7
Πυραίχμης βασιλεὺς Εὐβοέων ἐπολέμει Βοιωτοῖς ὃν Ἡρακλῆς ἔτι νέος ὢν ἐνίκησε· πώλοις δὲ προσδήσας καὶ εἰς δύο μέρη διελὼν τὸν Πυραίχμην, ἄταφον ἔρριψεν. ὁ δὲ τόπος προσαγορεύεται πῶλοι Πυραίχμου, κεῖται δὲ παρὰ ποταμὸν Ἡράκλειον, χρεμετισμὸν δʼ ἀναδίδωσι πινόντων ἵππων ὡς ἐν τρίτῳ περὶ Ποταμῶν.
7
Τοῦλλος Ὁστίλιος βασιλεὺς Ῥωμαίων ἐπολέμησεν Ἀλβανοῖς, βασιλέως ὄντος Μετίου Φουφετίου, καὶ τὴν μάχην πολλάκις ὑπερέθετο. οἱ δʼ ὡς ἡττωμένου εἰς εὐωχίαν ἐτράπησαν· οἰνωμένοις δʼ ἐπέθετο, καὶ τὸν βασιλέα δύο πώλοις συζεύξας διεσπάραξεν· ὡς Ἀλέξαρχος ἐν τετάρτῃ Ἰταλικῶν.
8
Φίλιππος Μεθώνην καὶ Ὄλυνθον βουλόμενος πορθῆσαι καὶ βιαζόμενος ἐπὶ τῷ Σανδάνῳ ποταμῷ διαβῆναι πέραν, ὑπό τινος τῶν Ὀλυνθίων Ἀστέρος ὀνόματι ἐτοξεύθη τὸν ὀφθαλμόν εἰπόντος, ἀστὴρ Φιλίππῳ θανάσιμον πέμπει βέλος· ὁ δʼ ὀπίσω διανηξάμενος πρὸς τοὺς οἰκείους σῴζεται ἀπολέσας τὸν ὀφθαλμόν· ὡς Καλλισθένης ἐν τρίτῳ Μακεδονικῶν.