2
Ξέρξης μετὰ πεντακοσίων μυριάδων Ἀρτεμισίῳ προσορμίσας πόλεμον τοῖς ἐγχωρίοις κατήγγειλεν· Ἀθηναῖοι δὲ συγκεχυμένοι κατάσκοπον ἔπεμψαν Ἀγησίλαον, τὸν Θεμιστοκλέους ἀδελφόν, καίπερ Νεοκλέους τοῦ πατρὸς αὐτοῦ κατʼ ὄναρ ἑωρακότος ἀμφοτέρας ἀποβεβληκότα τὰς χεῖρας. παραγενόμενος δὲ εἰς τοὺς βαρβάρους ἐν σχήματι Περσικῷ Μαρδόνιον ἕνα τῶν σωματοφυλάκων ἀνεῖλεν ὑπολαμβάνων Ξέρξην εἶναι. συλληφθεὶς δὲ πρὸς τῶν πέριξ δέσμιος ἤχθη πρὸς τὸν βασιλέα. βουθυτεῖν δὲ τοῦ προειρημένου μέλλοντος ἐπὶ τῷ τοῦ ἡλίου βωμῷ, τὴν δεξιὰν ἐπέθηκε χεῖρα, καὶ ἀστενάκτως ὑπομείνας τὴν ἀνάγκην τῶν βασάνων ἠλευθερώθη τῶν δεσμῶν εἰπών, πάντες ἐσμὲν τοιοῦτοι Ἀθηναῖοι· εἰ δʼ ἀπιστεῖς, καὶ τὴν ἀριστερὰν ἐπιθήσω. φοβηθεὶς δὲ ὁ Ξὲρξης φρουρεῖσθαι αὐτὸν προσέταξε καθάπερ ἱστορεῖ Ἀγαθαρχίδης Σάμιος δευτέρᾳ τῶν Περσικῶν.