Thesauros Edebiyat biography Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Plutarch
22 σμύρνα Κινύρου θυγάτηρ διὰ μῆνιν Ἀφροδίτης ἠράσθη τοῦ γεννήσαντος, καὶ τῇ τροφῷ τὴν ἀνάγκην τοῦ ἔρωτος ἐδήλωσεν· ἡ δὲ δόλῳ ὑπῆγε τὸν δεσπότην· ἔφη γὰρ γείτονα παρθένον ἐρᾶν αὐτοῦ καὶ αἰσχύνεσθαι ἐν φανερῷ προσιέναι. ὁ δὲ συνῄει. ποτὲ δὲ θελήσας τὴν ἐρῶσαν μαθεῖν φῶς ᾔτησεν, ἰδὼν δὲ ξιφήρης τὴν ἀσελγεστάτην ἐδίωκεν. ἡ δὲ κατὰ πρόνοιαν Ἀφροδίτης εἰς ὁμώνυμον δένδρον μετεμορφώθη· καθὰ Θεόδωρος Θεόδωρος] Mueller. 4 p. 513 ἐν ταῖς Μεταμορφώσεσιν. Οὐαλερία Τουσκλαναρία κατὰ μῆνιν Ἀφροδίτης ἐρασθεῖσα Οὐαλερίου τοῦ πατρὸς τῇ τροφῷ ἀνεκοίνωσεν· ἡ δὲ τὸν δεσπότην δόλῳ ὑπῆλθεν, εἰποῦσα ὡς αἰδεῖται κατʼ ὄψιν μίσγεσθαι, τῶν τε γειτόνων εἶναι τὴν παρθένου. καὶ οἰνωθεὶς ὁ καὶ οἰνωθεὶς κἑ] corrupta πατὴρ ᾔτει φῶς, ἡ δὲ τροφὸς φθάσασα διήγειρεν, ἥτις ἐπὶ ταῖς ἀγροικίαις ἦν ἐγκύμων τυγχάνουσα· ποτὲ δὲ κατὰ κρημνῶν ἐνεχθείσης τὸ βρέφος ἔζη· κατιοῦσα δʼ ἐγκύμων κατέστη καὶ εἰς τὸν ὡρισμένον χρόνον ἐγέννησεν Αἰγίπανα, κατὰ τὴν Ῥωμαίων φωνὴν Σιλουᾶνον. ὁ δὲ Οὐαλέριος ἀθυμήσας κατὰ τῶν αὐτῶν ἔρριψε ἔρριψε] ἑαυτὸν ἔρριψε? κρημνῶν· ὡς Ἀριστείδης Ἀριστείδης] Mueller. 4 p. 321 Μιλήσιος ἐν τρίτῳ Ἰταλικῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi