Thesauros Edebiyat biography Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Plutarch
21 Κυάνιππος τῷ γένει Θετταλὸς ἐπὶ θήραν συνεχῶς ἐξῄει· ἡ δὲ νεόνυμφος αὐτοῦ ὑπολαβοῦσα διὰ τὸ πολλάκις ἐν ὕλαις μένειν συνήθειαν ἔχειν μεθʼ ἑτέρας, κατʼ ἴχνος ἠκολούθησε τῷ Κυανίππῳ· καὶ ἔν τινι κατακρυβεῖσα συνδένδρῳ, τὸ μέλλον ἀπεκαραδόκει. τῶν δὲ κλάδων σεισθέντων, οἱ κύνες θηρίον εἶναι δόξαντες ὥρμησαν καὶ τὴν φίλανδρον ἀλόγου δίκην ζῴου διεσπάραξαν. ὁ δὲ Κυάνιππος τῆς τῆς H ἀνελπίστου πράξεως αὐτόπτης γενόμενος ἑαυτὸν ἀπέσφαξεν· ὡς Παρθένιος Παρθένιος] cf. Erot. Script. ed. Hercher. 1 p. 14 ὁ ποιητής. ἐν Συβάρει πόλει τῆς Ἰταλίας νέος περίβλεπτος τὸ κάλλος Αἰμίλιος φιλοκύνηγος ἦν· ἡ δὲ νεόνυμφος δόξασα ἑτέρᾳ συνεῖναι εἰσῄει εἰς τὴν νάπην. τῶν δὲ δένδρων σεισθέντων, οἱ κύνες ἐπιδραμόντες διέσπασαν· ὁ δὲ ἐπέσφαξεν ἑαυτόν· ὡς Κλειτώνυμος Κλειτώνυμος] cf. Lib. de Fluviis3, 4 ἐν δευτέρῳ Συβαριτικῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi