Thesauros Edebiyat biography Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Plutarch
12 Ἐπαμεινώνδας ὁ τῶν Θηβαίων στρατηγὸς ἔχων πρὸς Λακεδαιμονίους πόλεμον καὶ ἀρχαιρεσιῶν ἀγομένων ἧκεν ἐς πατρίδα, παραγγείλας τῷ παιδὶ Στησιμβρότῳ μὴ συμβάλλειν. Λακεδαιμόνιοι μαθόντες τὴν ἀπουσίαν ἐβλασφήμουν τὸν νεανίαν ὡς ἄνανδρον ὁ δʼ ἀγανακτήσας καὶ ἐπιλαθόμενος τοῦ πατρὸς συνέβαλε καὶ ἐνίκησεν· ὁ δὲ πατὴρ βαρέως ἐνέγκας στεφανώσας ἐτραχηλοκόπησεν, ὡς Κτησιφῶν Κτησιφῶν] idem 4 p. 375 ἱστορεῖ ἐν τρίτῳ Βοιωτιακῶν. Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες ἐχειροτόνησαν Μάλλιον Μάλλιον * hic et infra: μάλιον τὸν Ἐπιτάκτην ἐπικληθέντα. οὗτος διὰ χειροτονίαν ὑπατικὴν εἰς Ῥώμην πορευόμενος τῷ υἱῷ προσέταξε μὴ συμβαλεῖν. οἱ δὲ Σαμνῖται μαθόντες βλασφημίαις ἐξουδένιζον τὸν νεανίαν· ὁ δὲ ταραχθεὶς ἐνίκησεν· Μάλλιος δʼ αὐτὸν ἐτραχηλοκόπησεν· καθάπερ ἱστορεῖ Ἀριστείδης Ἀριστείδης] Mueller. 4 p. 323 Μιλήσιος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi