8
τοὺς οἰκίᾳ γειτνιῶντας ἢ χωρίοις ὁμοροῦντας αἰολίζοντες οὕτω καλοῦσιν ὡς τὸ πλησίον πλησίον Wyttenbach: πλεῖστον. ἔχοντας. παραθήσομαι δὲ λέξιν μίαν ἐκ τοῦ θεσμοφυλακίου νόμου, πλειόνων οὐσῶν....
9
τίς ὁ παρὰ Δελφοῖς ὁσιωτὴρ καὶ διὰ τί βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν;
9
ὁσιωτῆρα μὲν καλοῦσι τὸ θυόμενον ἱερεῖον, ὅταν ὅσιος ἀποδειχθῇ. πέντε δʼ εἰσὶν ὅσιοι διὰ βίου, καὶ τὰ πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι καὶ συνιερουργοῦσιν, ἅτε ἅτε Xylander: ἃ, or οἱ or ὡς. γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος.
9
ὁ δὲ βύσιος μήν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν ἔαρος γὰρ ἄρχει καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει. τὸ δʼ ἀληθὲς οὐκ ἔχει οὕτως· οὐ γὰρ ἀντὶ τοῦ τῷ β χρῶνται Δελφοί, καθάπερ Μακεδόνες Βίλιππον Βίλιππον Basel ed. of 1542: βίλιππον γὰρ. καὶ βαλακρὸν καὶ Βερονίκην λέγοντες, ἀλλʼ ἀντὶ τοῦ π· καὶ γὰρ τὸ πατεῖν βατεῖν καὶ τὸ πικρὸν βικρὸν ἐπιεικῶς καλοῦσιν. ἔστιν οὖν πύσιος ὁ βύσιος, ἐν ᾧ πυστιῶνται καὶ πυνθάνονται τοῦ θεοῦ· τοῦτο τοῦτο Bernardakis: τὸ. γὰρ ἒννομον ἔννομον Weniger: ἐννοεῖν. καὶ πάτριον. ἐν τῷ μηνὶ γὰρ τούτῳ χρηστήριον ἐγίγνετο καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ θεοῦ γενέθλιον, καὶ πολύφθοον πολύφθοον Aldine edition: πολύφθονον. ὀνομάζουσιν οὐ διὰ τὸ πέττεσθαι φθόις, ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον οὖσαν. ὁτὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις, πρότερον δʼ ἅπαξ ἐθεμίστευεν ἡ Πυθία τοῦ ἐνιαυτοῦ κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης καὶ Ἀναξανδρίδης ἱστορήκασι.
10
τί τὸ φυξίμηλον;