Thesauros Edebiyat biography Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά Plutarch
34 τίς ὁ βοῦν εὐεργέτῃ θύσας; πλοῖον ὥρμει περὶ τὴν Ἰθακησίαν λῃστρικόν, ἐν ᾧ πρεσβύτης ἐτύγχανε μετὰ κεραμίων ἐχόντων πίτταν. τούτῳ τὸν νοῦν τὸν νοῦν *: οὖν κατὰ τύχην προσέσχε πορθμεὺς Ἰθακήσιος ὀνόματι Πυρρίας, καὶ τὸν πρεσβύτην ἐρρύσατο μηδενὸς δεόμενος, ἀλλὰ πεισθεὶς ὑπʼ αὐτοῦ καὶ οἰκτίρας· προσέλαβε δὲ καὶ τῶν κεραμίων, τοῦ πρεσβύτου κελεύσαντος. ἀπαλλαγέντων δὲ τῶν λῃστῶν καὶ γενομένης ἀδείας, ὁ πρεσβύτης τοῖς κεραμίοις τὸν Πυρρίαν προσαγαγὼν χρυσίον ἐδείκνυεν ἐν αὐτοῖς πολὺ καὶ ἀργύριον τῇ πίττῃ καταμεμιγμένον. ἐξαίφνης οὖν ὁ Πυρρίας πλούσιος γενόμενος τὰ τʼ ἄλλʼ εὖ περιεῖπε τὸν γέροντα καὶ βοῦν ἔθυσεν αὐτῷ. ὃ καὶ παροιμιαζόμενοι λέγουσιν οὐδεὶς οὐδεὶς] οὐδὲ εἰς M εὐεργέτῃ βοῦν ἔθυσεν ἀλλʼ ἢ Πυρρίας
35 τί δήποτε ταῖς κόραις τῶν Βοττιαίων ἔθος ἦν λέγειν χορευούσαις ἴωμεν εἰς Ἀθήνας; Κρῆτάς φασιν εὐξαμένους ἀνθρώπων ἀπαρχὴν εἰς Δελφοὺς ἀποστεῖλαι, τοὺς δὲ πεμφθέντας, ὡς ἑώρων οὐδεμίαν οὖσαν εὐπορίαν, αὐτόθεν εἰς ἀποικίαν ὁρμῆσαι· καὶ πρῶτον μὲν ἐν Ἰαπυγίᾳ κατοικῆσαι, ἔπειτα τῆς Θρᾴκης τοῦτον τὸν τόπον κατασχεῖν, ἀναμεμιγμένων αὐτοῖς Ἀθηναίων. ἔοικε γὰρ μὴ διαφθείρειν ὁ Μίνως οὓς ἔπεμπον Ἀθηναῖοι κατὰ τὸν δασμὸν ἠιθέους, ἀλλὰ κατέχειν παρʼ ἑαυτῷ λατρεύοντας. ἐξ ἐκείνων οὖν τινες γεγονότες καὶ νομιζόμενοι Κρῆτες εἰς Δελφοὺς συναπεστάλησαν. ὅθεν αἱ θυγατέρες τῶν Βοττιαίων ἀπομνημονεύουσαι τοῦ γένους ᾖδον ἐν ταῖς ἑορταῖς ἴωμεν εἰς Ἀθήνας

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi