Thesauros Edebiyat biography Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά Plutarch
24 τοῖς ἀποβαλοῦσί τινα συγγενῶν ἢ συνήθων ἔθος ἐστὶ μετὰ τὸ πένθος εὐθὺς τῷ Ἀπόλλωνι θύειν, ἡμέραις δʼ ὕστερον τριάκοντα τῷ Ἑρμῇ. νομίζουσι γάρ, ὥσπερ τὰ σώματα τῶν ἀποθανόντων δέχεσθαι τὴν γῆν, ὀὕτω τὰς ψυχὰς τὸν Ἑρμῆν τοῦ δʼ Ἀπόλλωνος τῷ ἀμφιπόλῳ κριθὰς διδόντες λαμβάνουσι κρέας τοῦ ἱερείου, καὶ τὸ πῦρ ἀποσβέσαντες ὡς μεμιασμένον παρʼ ἑτέρων δʼ ἐναυσάμενοι, τοῦτο τὸ κρέας ὀπτῶσιν ἔγκνισμα προσαγορεύοντες.
25 τίς ἀλάστωρ ἀλιτήριος παλαμναῖος;
25 οὐ γὰρ πειστέον τοῖς λέγουσιν ἀλιτηρίους κεκλῆσθαι τοὺς ἐπιτηροῦντας ἐν τῷ λιμῷ τὸν ἀλοῦντα καὶ διαρπάζοντας· ἀλλʼ ἀλάστωρ μὲν κέκληται ὁ ἄληστα καὶ πολὺν χρόνον μνημονευθησόμενα δεδρακώς, ἀλιτήριος δʼ ὃν ἀλεύασθαι καὶ φυλάξασθαι διὰ μοχθηρίαν καλῶς εἶχε. ταῦτα, φησὶν ὁ Σωκράτης, ἐν διφθέραις χαλκαῖς γεγράφασι.
26 τίνος ἔχεται διανοίας τὸ τοὺς ἀπάγοντας εἰς Κασσιοπαίαν τὸν βοῦν ἐξ Αἰνίδος Αἰνίδος F.C.B., cf. Αἰνίδι S.G.D.I. 1431 (for Αἰνίᾳ?); Αἰνίας Bernardakis; Αἰνιάνων Wyttenbach: Αἴνου. τὰς παρθένους προπεμπούσας ἐπᾴδειν ἄχρι τῶν ὅρων μήποτε νοστήσαιτε φίλην ἐς πατρίδα γαῖαν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi