105
διὰ τίνα αἰτίαν ἐν ταῖς δημοσίαις ἑορταῖς ἔθος οὐκ ἔστι γαμεῖσθαι παρθένους, αἱ δὲ χῆραι γαμοῦνται; πότερον, ὡς ὁ Βάρρων εἴρηκεν, ὅτι λυπούμεναι μὲν αἱ παρθένοι γαμοῦνται, χαίρουσι δʼ αἱ γυναῖκες, ἑορτῇ δέον δέον *: δὲ μηδὲν λυπουμένους ποιεῖν μηδὲ πρὸς ἀνάγκην· ἢ μᾶλλον ὅτι ταῖς μὲν παρθένοις καλὸν μὴ ὀλίγων, ταῖς δὲ χήραις αἰσχρὸν πολλῶν ὄντων ὄντων] παρόντων M γαμεῖσθαι; ζηλωτὸς γὰρ ὁ πρῶτος γάμος ὁ δὲ δεύτερος ἀπευκταῖος· αἰσχύνονται γάρ, ἂν ζώντων τῶν προτέρων ἑτέρους λαμβάνωσιν, ὀδύρονται δέ, ἂν ἀποθανόντων. ὅθεν ἡσυχίᾳ χαίρουσι μᾶλλον ἢ θορύβοις καὶ προπομπαῖς. αἱ δʼ ἑορταὶ περισπῶσι τοὺς πολλούς, ὥστε τοῖς τοιούτοις μὴ σχολάζειν. ἢ ὅτι καὶ τὰς Σαβίνων θυγατέρας ἁρπάσαντες ἐν ἑορτῇ παρθένους οὔσας εἰς πόλεμον κατέστησαν, ἐξοιωνίσαντο τὸ γαμεῖν παρθένους ἐν ἱεραῖς ἡμέραις;
106
διὰ τί Ῥωμαῖοι Τύχην σέβονται Πριμιγένειαν, ἣν ἄν τις εἴποι πρωτογένειαν; ἆρʼ ὅτι Σερουίῳ κατὰ τύχην, ὥς φασιν, ἐκ θεραπαινίδος γενομένῳ βασιλεῦσαι τῆς Ῥώμης ἐπιφανῶς ὑπῆρξεν (οὕτω γὰρ οἱ πολλοὶ Ῥωμαίων ὑπειλήφασιν)· ἢ μᾶλλον, ὅτι τῆς Ῥώμης ἡ τύχη παρέσχε τὴν ἀρχὴν καὶ τὴν γένεσιν; ἢ φυσικώτερον ἔχει λόγον τὸ πρᾶγμα καὶ φιλοσοφώτερον, ὡς τὴν τύχην πάντων οὖσαν ἀρχὴν καὶ τὴν φύσιν ἐκ τοῦ κατὰ τύχην συνισταμένην, ὅταν τισὶν ὡς ἔτυχεν ἀποκειμένοις τάξις ἐγγένηται;