Thesauros Edebiyat biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
109 ἢ τὸ μὲν ἄλευρον ἀτελὴς τροφὴ καὶ ἄπεπτός ἐστιν; οὔτε γὰρ ὃ ἦν μεμένηκεν ὁ πυρὸς οὔθʼ ὅ δεῖ γενέσθαι γέγονεν ὁ ἄρτος, ἀλλὰ καὶ τὴν σπέρματος δύναμιν ἀπολώλεκεν ἅμα καὶ τὴν σιτίου χρείαν οὐκ ἔσχηκε. διὸ καὶ μυλήφατον ὁ ποιητὴς ἄλφιτον ἐκ μεταφορᾶς ὠνόμασεν ὠνόμασεν] ὠνόμακεν in all mss. except E. ὥσπερ φονευόμενον ἐν τῷ ἀλέτῳ καὶ φθειρόμενον.
109 ἡ δὲ ζύμη καὶ γέγονεν ἐκ φθορᾶς αὐτὴ καὶ φθείρει τὸ φύραμα μειγνυμένη· γίγνεται γὰρ ἄτονον καὶ ἀδρανὲς καὶ ὅλως ἔοικε σῆψις ἡ ζύμωσις εἶναι· πλεονάσασα γοῦν ἀποξύνει παντάπασι καὶ φθείρει τὸ ἄλευρον.
110 διὰ τί καὶ σαρκὸς ὠμῆς ἀπείρηται τῷ ἱερεῖ ψαύειν;
110 πότερον ὠμοφαγίας πάνυ πόρρωθεν ἀποτρέπει τὸ ἔθος, ἢ διʼ ἣν τὸ ἄλευρον αἰτίαν ἀφοσιοῦνται καὶ τὸ κρέας; οὔτε γάρ ἐστι ζῷον οὔτε ὄψον ἤδη γέγονεν. ἡ γὰρ ἕψησις καὶ ὄπτησις ἀλλοίωσις οὖσα καὶ μετακόσμησις ἐξίστησι τὴν μορφήν, τὸ δὲ πρόσφατον καὶ ὠμὸν οὐδὲ τὴν ὄψιν ἔχει καθαρὰν καὶ ἀμίαντον, ἀλλʼ εἰδεχθῆ καὶ ἑλκώδη.
111 διὰ τί δὲ κυνὸς καὶ αἰγὸς ἐκέλευον ἀπέχεσθαι τὸν ἱερέα, μήθʼ ἁπτόμενον μήτʼ ὀνομάζοντα;
111 πότερον τῆς μὲν αἰγὸς βδελυττόμενοι τὸ ἀκόλαστον καὶ δυσῶδες, ἢ φοβούμενοι τὸ νοσηματικόν; δοκεῖ γὰρ ἐπιληψίᾳ καταλαμβάνεσθαι μάλιστα τῶν ζῴων καὶ προσαναχρώννυσθαι τοῖς φαγοῦσιν ἢ θιγοῦσιν ὑπὸ τοῦ πάθους ἐχομένης. ἐχομένης] ἐχομένοις in most mss. αἰτίαν δὲ λέγουσι τὴν στενότητα τῶν πνευματικῶν πόρων πολλάκις ἐπιλαμβανομένων, ἐπιλαμβανομένων F.C.B.: ἐπιλαμβανομένην. τεκμαιρόμενοι τῇ λεπτότητι τῆς φωνῆς. καὶ γὰρ ἀνθρώπων ὅσοις ἐπιληπτίζουσι συμβαίνει φθέγγεσθαι, μηκασμῷ παραπλησίαν φωνὴν ἀφιᾶσι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi