Thesauros Edebiyat biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
101 ἀλλʼ ὅρα μὴ καὶ τοῦτο διὰ τὴν σελήνην φοροῦσι. τὸ γὰρ φαινόμενον σχῆμα τῆς σελήνης, ὅταν ᾖ διχόμηνος, οὐ σφαιροειδὲς ἀλλὰ φακοειδές ἐστι καὶ δισκοειδές, ὡς δʼ Ἐμπεδοκλῆς οἴεται, καὶ τὸ ὑποκείμενον.
102 διὰ τί τῶν παίδων τοῖς μὲν ἄρρεσιν ἐναταίοις, τοῖς δὲ θήλεσιν ὀγδοαίοις τὰ ὀνόματα τίθενται;
102 ἢ τὸ μὲν προτέροις τοῖς θήλεσιν αἰτίαν ἔχει τὴν φύσιν; καὶ γὰρ αὔξεται τὸ θῆλυ καὶ ἀκμάζει καὶ τελειοῦται πρότερον τοῦ ἄρρενος. τῶν δʼ ἡμερῶν τὰς μετὰ τὴν ἑβδόμην λαμβάνουσιν· ἡ γὰρ ἑβδόμη σφαλερὰ τοῖς νεογνοῖς πρός τε τἄλλα καὶ τὸν ὀμφαλόν· ἑβδομαῖος γὰρ ἀπολύεται τοῖς πλείστοις· ἕως δʼ δʼ] δ’ ἂν Bernardakis, but not necessarily required. ἀπολυθῇ, φυτῷ μᾶλλον ἢ ζῴῳ προσέοικε τὸ νήπιον.
102 ἢ καθάπερ οἱ Πυθαγορικοὶ τοῦ ἀριθμοῦ τὸν μὲν ἄρτιον θῆλυν ἄρρενα δὲ τὸν περιττὸν ἐνόμιζον; γόνιμος γάρ ἐστι καὶ κρατεῖ τοῦ ἀρτίου συντιθέμενος, καὶ διαιρουμένων εἰς τὰς μονάδας ὁ μὲν ἄρτιος καθάπερ τὸ θῆλυ χώραν μεταξὺ κενὴν ἐνδίδωσι, τοῦ δὲ περιττοῦ μόριον ἀεί τι πλῆρες ὑπολείπεται· διὸ τὸν μὲν ἄρρενι τὸν δὲ θήλει πρόσφορον νομίζουσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi