Thesauros Edebiyat biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
100 ἢ διὰ τὸ τὸ Bernardakis and one ms.: τὸν. Σερούιον τὸν βασιλέα κατὰ ταύτην τὴν ἡμέραν ἐξ αἰχμαλώτου γενέσθαι θεραπαινίδος ἄδειαν ἔργων ἔχουσιν οἱ θεράποντες, τὸ δὲ πλύνειν τὰς κεφαλὰς ἀρξάμενον ἀπὸ τῶν θεραπαινίδων διὰ τὴν ἑορτὴν ἄχρι τῶν ἐλευθέρων προῆλθεν;
101 διὰ τί κοσμοῦσι τοὺς παῖδας τοῖς περιδεραίοις, ἃ βούλλας καλοῦσι;
101 πότερον ἐπὶ τιμῇ τῶν ἡρπασμένων γυναικῶν, ὥσπερ ἄλλα πολλά, καὶ τοῦτʼ ἐψηφίσαντο τοῖς ἐξ αὐτῶν γεννωμένοις ὑπάρχειν;
101 ἢ τὴν Ταρκυνίου τιμῶντες ἀνδραγαθίαν; λέγεται γὰρ ἔτι παῖς ὢν ἐν τῇ μάχῃ τῇ πρὸς Λατίνους ἅμα καὶ Τυρρηνοὺς ἐμβαλεῖν εἰς τοὺς πολεμίους, ἀπορρυεὶς δὲ τοῦ ἵππου καὶ τοὺς ἐπιφερομένους ἰταμῶς ὑποστὰς ἐπιρρῶσαι τοὺς Ῥωμαίους· γενομένης δὲ λαμπρᾶς τροπῆς τῶν πολεμίων καὶ μυρίων ἑξακισχιλίων ἀναιρεθέντων, τοῦτο λαβεῖν ἀριστεῖον παρὰ τοῦ πατρὸς καὶ βασιλέως.
101 ἢ τοῖς παλαιοῖς οἰκετῶν μὲν ἐρᾶν ὥραν ἐχόντων οὐκ ἦν ἄδοξον οὐδʼ αἰσχρόν, ὡς ἔτι νῦν αἱ κωμῳδίαι μαρτυροῦσιν, ἐλευθέρων δὲ παίδων ἰσχυρῶς ἀπείχοντο, ἰσχυρῶς ἀπείχοντο] παντελῶς ἀπέσχοντο in one ms. (E), and παντελῶς may well be right. καὶ ὅπως μηδὲ γυμνοῖς ἐντυχόντες ἀμφιγνοήσειαν, ἐφόρουν οἱ παῖδες τὸ παράσημον;
101 ἢ καὶ πρὸς εὐταξίαν ἐστὶ φυλακτήριον τοῦτο, καὶ τρόπον τινὰ τοῦ ἀκολάστου χαλινός, αἰσχυνομένων ἀνδροῦσθαι πρὶν ἢ τὸ παιδικὸν ἀποθέσθαι παράσημον;
101 ὅ μὲν γὰρ οἱ περὶ Βάρρωνα λέγουσιν οὐ πιθανόν ἐστι, τῆς βουλῆς βουλῆς Xylander and Meziriacus: βούλλης ὑπὸ Αἰολέων βόλλας προσαγορευομένης, τοῦτο σύμβολον εὐβουλίας περιτίθεσθαι τοὺς παῖδας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi