Thesauros Edebiyat biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
76 διὰ τί τὰς ἐν τοῖς ὑποδήμασι σεληνίδας οἱ διαφέρειν δοκοῦντες εὐγενείᾳ φοροῦσιν; πότερον, ὡς Κάστωρ Κάστωρ] vid. p. 266 e φησί, σύμβολόν ἐστι τοῦτο τῆς λεγομένης οἰκήσεως ἐπὶ τῆς σελήνης καὶ ὅτι μετὰ τὴν τελευτὴν αὖθις αἱ ψυχαὶ τὴν σελήνην ὑπὸ πόδας ἕξουσιν, ἢ τοῖς παλαιοτάτοις τοῦθʼ ὑπῆρχεν ἐξαίρετον; οὗτοι δʼ ἦσαν Ἀρκάδες τῶν ἀπʼ Εὐάνδρου Προσελήνων λεγομένων. ἤ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τοὺς ἐπαιρομένους καὶ μέγα φρονοῦντας ὑπομιμνήσκει ὑπομιμνήσκει *: ὑπομιμνήσκειν τῆς ἐπʼ ἀμφότερον τῶν ἀνθρωπίνων μεταβολῆς παράδειγμα ποιουμένους τὴν σελήνην, ὡς ἐξ ἀδήλου ἐξ ἀδήλου] Nauck. p. 253 πρῶτον ἔρχεται νέα πρόσωπα καλλύνουσα καὶ πληρουμένη, χὤταν περ αὑτῆς εὐπρεπεστάτη εὐπρεπεστάτη p. 517 d: εὐγενεστάτη φανῇ, πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται; ἢ πειθαρχίας ἦν μάθημα βασιλευομένους μὴ δυσχεραίνειν, ἀλλʼ ὥσπερ ἡ σελήνη προσέχειν ἐθέλει τῷ κρείττονι καὶ δευτερεύειν ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο Mullach. 1 p. 129 κατὰ τὸν Παρμενίδην οὕτω τὴν δευτέραν τάξιν ἀγαπᾶν χρωμένους τῷ ἡγεμόνι καὶ τῆς ἀπʼ ἐκείνου δυνάμεως καὶ τιμῆς ἀπολαύοντας;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi