74
διὰ τί μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο Σερούιος Τούλλιος ὁ βασιλεὺς ἣν βρέβεμ καλοῦσι; πότερον ὅτι μικρὸς ὢν ἐν καὶ ταπεινὰ πράττων καὶ γεγονὼς ἐκ μητρὸς αἰχμαλώτου διὰ τὴν τύχην ἐβασίλευσε τῆς Ῥώμης· ἢ αὕτη μὲν ἡ μεταβολὴ μέγεθος ἐμφαίνει τύχης μᾶλλον ἢ μικρότητα, πάντων δὲ μάλιστα Σερούιος ἔοικε τὴν τῆς τύχης ἐκθειάσας δύναμιν ἐπιφημίσαι πράξεσιν ἁπάσαις; οὐ γὰρ μόνον Τύχης εὐέλπιδος καὶ ἀποτροπαίου καὶ μειλιχίας καὶ πρωτογενείας καὶ ἄρρενος ἱερὰ κατεσκεύασεν, ἀλλʼ ἔστιν ἰδίας Τύχης ἱερόν, ἕτερον δʼ ἐπιστρεφομένης, ἄλλο ἄλλο Duebnerus: ἄλλο δ’ εὐέλπιδος ἄλλο παρθένου· καὶ τί ἄν τις ἐπεξίοι τὰς ἄλλας ἐπωνυμίας, ὅπου Τύχης ἰξευτηρίας Ἰξευτηρίας] ἰξευτρίας S ἱερόν ἐστιν, ἣν βισκᾶταν βισκᾶταν] βισκατρίκεμ M ὀνομάζουσιν, ὡς πόρρωθεν ἡμῶν ἁλισκομένων ὑπʼ αὐτῆς καὶ προσισχομένων τοῖς πράγμασιν; ὅρα δὴ μὴ καταμαθὼν τὸ παρὰ μικρὸν ἀεὶ τῆς τύχης μέγα δυνάμενον, καὶ ὅτι τῷ γενέσθαι τι μικρὸν ἢ μὴ γενέσθαι τι πολλάκις ὑπῆρξεν ἐνίοις τυχεῖν ἢ διαμαρτεῖν τῶν μεγίστων, μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο, προσέχειν διδάσκων τοῖς πράγμασι καὶ μὴ καταφρονεῖν διὰ μικρότητα τῶν ἐντυγχανόντων.