76
ἢ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τοὺς ἐπαιρομένους καὶ μέγα φρονοῦντας ὑπομιμνσῄκει ὑπομιμνσῄκει a patent correction: ὑπομιμνσήκειν τῆς ἐπʼ ἀμφότερον τῶν ἀνθρωπίνων μεταβολῆς παράδειγμα ποιουμένους τὴν σελήνην, ὡς ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα πρόσωπα καλλύνουσα καὶ πληρουμένη, χὤταν περ αὑτῆς εὐπρεπεστάτη εὐπρεπεστάτη, Moralia, 517 D: εὐγενεστάτη (εὐγανεστάτη? Pohlenz). φανῇ, πάλιν διαρρεῖ κἀπὶ κἀπὶ] κεἰς τὸ in the Life of Demetrius, chap. xlv. μηδὲν ἔρχεται;
76
ἤ πειθαρχίας ἦν μάθημα βασιλευομένους βασιλευομένους] βουλευομένων in some mss. μὴ δυσχεραίνειν, ἀλλʼ ὥσπερ ἡ σελήνη προσέχειν ἐν ἐθέλει τῷ κρείττονι καὶ δευτερεύειν ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο κατὰ τὸν Παρμενίδην, οὕτω τὴν δευτέραν τάξιν ἀγαπᾶν χρωμένους τῷ ἡγεμόνι καὶ τῆς ἀπʼ ἐκείνου δυνάμεως καὶ τιμῆς ἀπολαύοντας;
77
διὰ τί τὸν μὲν ἐνιαυτὸν τοῦ Διὸς νομίζουσι, τοὺς δὲ μῆνας τῆς Ἥρας;