68
διὰ τί κύνα θύουσιν οἱ Λούπερκοι (Λούπερκοι δʼ εἰσὶν οἱ τοῖς Λουπερκαλίοις γυμνοὶ διαθέοντες ἐν περιζώμασι καὶ καθικνούμενοι σκύτει τῶν ἀπαντώντων; πότερον ὅτι καθαρμός ἐστι τῆς πόλεως τὰ δρώμενα (καὶ γὰρ τὸν μῆνα Φεβρουάριον καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην φεβράτην, φεβράτιν mei codd. καὶ φεβράριν φεβράσιν] φεβρουάρε Pantazides τὸ τῶν σκυτῶν ἤθει τῶν σκυτῶν ἤθει] τῶν συνήθων σκύτει? καθικνεῖσθαι, τοῦ ῥήματος τὸ καθαίρειν σημαίνοντος· τῷ δὲ κυνὶ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο καὶ χρῶνταί γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς τοὺς καθαρμούς· καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι σκυλακίοις τοὺς ἁγνισμοῦ δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτο γένος τοῦ καθαρμοῦ καλοῦντες)· ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ Λουπερκάλια· λύκῳ δὲ κύων πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις; ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ πόλει διαθέοντας; ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς διὰ τὰ αἰπόλια;