52
διὰ τί τῇ καλουμένῃ Γενείτῃ Μάνῃ κύνα θύουσι καὶ κατεύχονται μηδένα χρηστὸν ἀποβῆναι τῶν οἰκογενῶν;
52
ἢ ὅτι δαίμων ἐστὶν ἡ Γενείτα περὶ τὰς γενέσεις καὶ τὰς λοχείας τῶν φθαρτῶν; ῥύσιν γάρ τινα σημαίνει τοὔνομα καὶ γένεσιν ἢ ῥέουσαν γένεσιν. ὥσπερ οὖν οἱ Ἕλληνες τῇ Ἑκάτῃ, καὶ τῇ Γενείτῃ κύνα Ῥωμαῖοι θύουσιν ὑπὲρ τῶν οἰκογενῶν. Ἀργείους δὲ Σωκράτης φησὶ τῇ Εἰλιονείᾳ Εἰλιονείᾳ] Εἰλειθίᾳ Amyot. κύνα θύειν διὰ τὴν ῥᾳστώνην τῆς λοχείας. τὸ δὲ τῆς εὐχῆς πότερον οὐκ ἐπʼ ἀνθρώπων ἐστὶν οἰκογενῶν, μηδένα χρηστὸν γενέσθαι ἀλλὰ κυνῶν; χαλεποὺς γὰρ εἶναι δεῖ καὶ φοβεροὺς τοὺς κύνας.
52
ἤ διὰ τὸ χρηστοὺς χρηστοὺς Polus: ἀχρήστους. κομψῶς κομζψῶς Xylander: καὶ κομψοὺς. λέγεσθαι τοὺς τελευτῶντας αἰνιττόμενοι, διὰ τῆς εὐχῆς εὐχῆς] ἀρχῆς some mss. αἰτοῦνται μηδένα τῶν συνοίκων ἀποθανεῖν; οὐ δεῖ δὲ τοῦτο θαυμάζειν· καὶ γὰρ Ἀριστοτέλης ἐν ταῖς Ἀρκάδων πρὸς Λακεδαιμονίους συνθήκαις γεγράφθαι φησὶ μηδένα χρηστὸν ποιεῖν βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν Τεγεατῶν, ὅπερ εἶναι μηδένα ἀποκτιννύναι.
53
διὰ τί τοῖς Καπετωλίοις θέας ἄγοντες ἔτι νῦν κηρύττουσι Σαρδιανοὺς ὠνίους, καὶ γέρων τις ἐπὶ χλευασμῷ προάγεται παιδικὸν ἐναψάμενος περιδέραιον, ὃ καλοῦσι βοῦλλαν;