Thesauros Edebiyat biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
42 διὰ τί τῷ τοῦ Κρόνου ναῷ χρῶνται ταμιείῳ ταμιείῳ * hic et infra: ταμείῳ τῶν δημοσίων χρημάτων, ἅμα δὲ καὶ φυλακτηρίῳ τῶν συμβολαίων; πότερον ὅτι δόξα κατεῖχε καὶ λόγος οὐκ εἶναι πλεονεξίαν ἐν ἀνθρώποις οὐδʼ ἀδικίαν Κρόνου βασιλεύοντος, ἀλλὰ πίστιν καὶ δικαιοσύνην· ἢ ὅτι καρπῶν ἀρετῆς ἀρετῆς] ἁγέτης Abreschius ἢ γεωργίας ἡγεμὼν ὁ θεός; ἡ γὰρ ἅρπη τοῦτο σημαίνει καὶ οὐχ ὡς γέγραφεν Ἀντίμαχος Ἡσιόδῳ Ησιόδῳ Theog. 160 πειθόμενος λέχρις δὲ δρεπάνῳ τέμνων ἀπὸ μήδεα πατρὸς λέχρις X: λέχριε. cf, Kinkel. Fragm. p. 287 οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο. καρπῶν δʼ ἀφθονία καὶ διάθεσις γένεσίς ἐστι νομίσματος· διὸ τὸν τὸν] τοῦτον? αἴτιον καὶ φύλακα ποιοῦνται τῆς εὐδαιμονίας. μαρτυρεῖ δὲ τούτῳ τὸ τὰς ἀγομένας διʼ ἐννέα ἡμερῶν ἐπʼ ἀγορὰν συνόδους, νουνδίνας δὲ καλουμένας, ἱερὰς τοῦ Κρόνου νομίζεσθαι· πράσεως γὰρ καὶ ὠνῆς περιουσία καρπῶν ἀρχὴν παρέσχεν. ἢ ταῦτα μέν ἐστι παλαιά, πρῶτος δὲ ταμιεῖον ἀπέδειξε τὸ Κρόνιον, τῶν βασιλέων καταλυθέντων, Οὐαλέριος Ποπλικόλας πειθόμενος εὐερκῆ καὶ καταφανῆ καὶ δυσεπιβούλευτον εἶναι τὸν τόπον;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi