Thesauros Edebiyat biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
38 πότερον ὅτι καθάπερ ἡμέρας ἀκμαζούσης ἢ ἀρχομένης πράττομεν τὰ τοιαῦτα καὶ μηνὸς ἱσταμένου καὶ αὐξομένου, τὰς δʼ ἀποκλίτους ὡς ἀχρηματίστους φυλαττόμεθα, παραπλησίως τὸν μετὰ μῆνας ὀκτὼ χρόνον ὥσπερ ἑσπέραν τινὰ τοῦ ἐνιαυτοῦ καὶ δείλην ἀποκλίνοντος ἤδη καὶ φθίνοντος ἐνόμιζεν;
38 ἢ καὶ τοῖς ὄρνισι χρηστέον ἀκμαίοις καὶ τελείοις; εἰσὶ δὲ πρὸ τοῦ θέρους τοιοῦτοι· περὶ δὲ τὸ φθινόπωρον οἱ μὲν ἀσθενεῖς καὶ νοσώδεις, οἱ δὲ νεοττοὶ καὶ ἀτελεῖς, οἱ δὲ παντάπασι φροῦδοι διὰ τὴν ὥραν ἐκτοπίζοντες.
39 διὰ τοῖς μὴ στρατευομένοις μὲν ἐν στρατοπέδῳ δʼ ἄλλως ἀναστρεφομένοις οὐκ ἐξῆν ἄνδρα βαλεῖν πολέμιον οὐδὲ τρῶσαι;
39 καὶ τοῦτο Κάτων ὁ πρεσβύτης ἐν ἐπιστολῇ τινι δεδήλωκε, γράφων πρὸς τὸν υἱὸν καὶ κελεύων, εἰ παρεθείη τῆς στρατείας ἀποπληρώσας τὸν χρόνον, ὑποστρέφειν· ἢ προσμένοντα λαβεῖν παρὰ τοῦ στρατηγοῦ τὸ ἐξεῖναι τρῶσαι καὶ ἀνελεῖν πολέμιον.
39 πότερον ὅτι τὴν ἀνάγκην μόνην ἐξουσίαν εἶναι ἐνόμιζεν Xylander: νομίζεν δεῖ τοῦ ἀνελεῖν ἄνθρωπον, ὁ δʼ ἄνευ νόμου καὶ προστάγματος τοῦτο ποιῶν ἀνδροφόνος ἐστί; διὸ καὶ Χρυσάνταν ἐπῄνεσεν ὁ Κῦρος, ὅτι μέλλων ἀναιρεῖν πολέμιον καὶ τὴν κοπίδα διηρμένος, ἀκούσας τὸ ἀνακλητικὸν ἀφῆκε τὸν ἄνδρα καὶ οὐκ ἔπαισεν ὡς κεκωλυμένος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi