34
ἢ χθονίων μὲν αἱ τιμαὶ θεῶν, τιμᾶν δὲ τοὺς χθονίους ὡραῖόν ἐστι, τῶν καρπῶν ἁπάντων εἰληφότων συντέλειαν;
34
ἤ ὅτε κινοῦσι τὴν γῆν ἀρχόμενοι σπόρου μεμνῆσθαι μάλιστα τῶν κάτω προσήκει;
34
ἢ Κρόνῳ μὲν οὗτος ὁ μὴν ὑπὸ Ῥωμαίων καθιέρωται, Κρόνον δὲ τῶν κάτω θεῶν οὐ τῶν ἄνω νομίζουσιν;
34
ἤ μεγίστης αὐτοῖς ἑορτῆς τῶν Κρονίων καθεστώσης καὶ συνουσίας τε πλείστας καὶ ἀπολαύσεις ἔχειν δοκούσης, ἔδοξε καὶ ταύτης ἀπονέμειν τινὰς ἀπαρχὰς τοῖς τεθνηκόσιν;
34
ἢ τοῦτο, τὸ τοῦτο, τὸ Bernardakis: τοῦτο. μόνον Βροῦτον ἐναγίζειν ἐν τῷ μηνὶ τούτῳ, καθόλου ψεῦδός ἐστι; καὶ γὰρ τῇ Λαρεντίᾳ ποιοῦσι τὸν ἐναγισμὸν καὶ χοὰς ἐπιφέρουσιν ἐπὶ τὸν τάφον τοῦ Δεκεμβρίου μηνός.
35
διὰ τί δὲ τὴν Λαρεντίαν, ἑταίραν γεγενημένην, οὕτω τιμῶσιν;