Thesauros Edebiyat biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
27 τὰς δὲ πύλας οὐχ οἷόν τʼ ἦν ἀφιερῶσαι, διʼ ὧν ἄλλα τε πολλὰ τῶν ἀναγκαίων καὶ τοὺς νεκροὺς ἐκκομίζουσιν. ὅθεν οἱ πόλιν ἀπʼ ἀρχῆς κτίζοντες ὅσον ἂν μέλλωσι τόπον ἀνοικοδομεῖν ἐπίασιν ἀρότρῳ, βοῦν ἄρρενα καὶ θήλειαν ὑποζεύξαντες· ὅταν δὲ τὰ τείχη περιορίζωσι, τὰς τῶν πυλῶν χώρας διαμετροῦντες τὴν ὕνιν ὑφαιροῦσι, καὶ μεταφέρουσιν οὕτω τὸ ἄροτρον, ὡς τὴν ἀρουμένην πᾶσαν ἱερὰν καὶ ἄσυλον ἐσομένην.
28 διὰ τί τοὺς παῖδας, ὅταν ὀμνύωσι τὸν Ἡρακλέα, κωλύουσιν ὑπὸ στέγῃ τοῦτο ποιεῖν καὶ κελεύουσιν εἰς ὕπαιθρον προϊέναι;
28 πότερον, ὡς ἔνιοι λέγουσιν, οὐκ οἰκουρίᾳ τὸν Ἡρακλέα χαίρειν ἀλλʼ ὑπαίθρῳ βίῳ καὶ θυραυλίαις νομίζοντες;
28 ἢ μᾶλλον, ὅτι τῶν θεῶν οὐκ ἐπιχώριος οὗτος ἀλλὰ πόρρωθεν καὶ ξένος; οὐδὲ γὰρ τὸν Διόνυσον ὀμνύουσιν ὑπὸ στέγῃ, στέγῃ as above: all mss. except E have στέγην. ξένον ὄντα καὶ αὐτόν, εἴπερ ἐστὶ ἀπὸ Νύσης. ἀπὸ Νύσης F.C.B.: διόνυσος.
28 ἢ ταῦτα μὲν λέγεται, καὶ παίζεται πρὸς τοὺς παῖδας, ἄλλως δʼ ἐπίσχεσίς ἐστι τῆς πρὸς τὸν ὅρκον εὐχερείας καὶ ταχύτητος τὸ γιγνόμενον, ὡς Φαβωρῖνος ἔλεγε; τὸ γὰρ ὥσπερ ἐκ παρασκευῆς μέλλησιν ἐμποιεῖ καὶ βουλεύσασθαι δίδωσι. συμβάλοιτο δʼ ἄν τις τῷ Φαβωρίνῳ πρὸς τὸ μὴ κοινὸν ἀλλʼ ἴδιον εἶναι τοῦ θεοῦ τούτου τὸ γιγνόμενον ἐκ τῶν περὶ Ἡρακλέους λεγομένων. ἱστορεῖται γὰρ οὕτως οὕτως Wyttenbach: οὗτος. εὐλαβὴς γεγονέναι πρὸς ὅρκον, ὥσθʼ ἅπαξ ὀμόσαι καὶ μόνῳ Φυλεῖ τῷ Αὐγέου· διὸ καὶ τὴν Πυθίαν προφέρειν τὰ ὅρκια πάντα πάντα F.C.B.: ταῦτα. Λακεδαιμονίοις ὡς ἐμπεδοῦσι λῷον εἴη καὶ ἄμεινον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi