Thesauros Edebiyat biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
19 τὸ γὰρ παλαιὸν ὁ Μάρτιος ἠριθμεῖτο πρότερος, ὡς ἄλλοις τε πολλοῖς δῆλόν ἐστι τεκμηρίοις καὶ μάλιστα τῷ τὸν πέμπτον ἀπὸ τοῦ Μαρτίου Πέμπτον καὶ τὸν ἕκτον Ἕκτον ὀνομάζεσθαι, καὶ τοὺς ἄλλους ἐφεξῆς ἄχρι τοῦ τελευταίου, ὃν Δεκέμβριον καλοῦσιν ἀπὸ τοῦ Μαρτίου δέκατον ἀριθμούμενον. ἐξ οὗ δὴ καὶ παρέστη τισὶν οἴεσθαι καὶ λέγειν ὡς οὐ δώδεκα μησὶν ἀλλὰ δέκα συνεπλήρουν οἱ τότε Ῥωμαῖοι τὸν ἐνιαυτὸν ἐνίοις ἐνίος Wyttenbach: ἐνίας. τῶν μηνῶν ἡμέρας πλείονας τῶν τριάκοντα προστιθέντες. ἄλλοι δʼ ἱστοροῦσι τὸν μὲν Δεκέμβριον ἀπὸ τοῦ Μαρτίου δέκατον εἶναι, τὸν δʼ Ἰανουάριον ἑνδέκατον, τὸν δὲ Φεβρουάριον δωδέκατον, ἐν ᾧ καθαρμοῖς τε χρῶνται καὶ τοῖς φθιμένοις ἐναγίζουσι τοῦ ἐνιαυτοῦ τελευτῶντος. μετατεθῆναι δὲ τούτους καὶ γενέσθαι τὸν Ἰανουάριον πρῶτον, ὅτι τῇ νουμηνίᾳ τούτου τοῦ μηνός, ἣν ἡμέραν καλάνδας Ἰανουαρίας καλοῦσιν, οἱ πρῶτοι κατεστάθησαν ὕπατοι, τῶν βασιλέων ἐκπεσόντων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi