Thesauros Edebiyat biography Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί Plutarch
27 ἐκίνησε ταῦτα τὸν Πύθην, καὶ πᾶσαν μὲν οὐ κατέλυσε τὴν περὶ τὰ μέταλλα πραγματείαν, ἀνὰ μέρος δὲ τὸ πέμπτον ἐργάζεσθαι κελεύσας τῶν πολιτῶν, τοὺς λοιποὺς ἐπὶ γεωργίαν καὶ τὰς τέχνας ἔτρεψε.
27 Ξέρξου δὲ καταβαίνοντος ἐπὶ τὴν Ἑλλάδα, λαμπρότατος ἐν ταῖς ὑποδοχαῖς καὶ ταῖς δωρεαῖς γενόμενος χάριν ᾐτήσατο παρὰ τοῦ βασιλέως, πλειόνων αὐτῷ παίδων ὄντων, ἕνα παρεῖναι τῆς στρατείας καὶ καταλιπεῖν αὐτῷ γηροβοσκεῖν. γηροβοσκεῖν] γηροβοσκόν Cobet. ὁ δὲ Ξέρξης ὑπʼ ὀργῆς τοῦτον μόνον, ὃν ἐξῃτήσατο, σφάξας καὶ διατεμὼν ἐκέλευσε τὸν στρατὸν διελθεῖν, τοὺς δʼ ἄλλους ἐπηγάγετο, καὶ ʼπάντες ἀπώλοντο κατὰ τὰς μάχας.
27 ἐφʼ οἷς ὁ Πύθης ἀθυμήσας ἔπαθεν ὅμοια πολλοῖς τῶν κακῶν καὶ ἀνοήτων· τὸν μὲν γὰρ θάνατον ἐφοβεῖτο, τῷ βίῳ δʼ ἤχθετο. βουλόμενος δὲ μὴ ζῆν, προέσθαι δὲ τὸ ζῆν μὴ δυνάμενος, χώματος ὄντος ἐν τῇ πόλει μεγάλου καὶ ποταμοῦ διαρρέοντος, ὃν Πυθοπολίτην ὠνόμαζον, ἐν μὲν τῷ χώματι κατεσκεύασε μνημεῖον, ἐκτρέψας δὲ τὸ ῥεῖθρον, ὥστε διὰ τοῦ χώματος φέρεσθαι ψαύοντα τοῦ τάφου τὸν ποταμὸν ἐπὶ τούτοις συντελεσθεῖσιν αὐτὸς μὲν εἰς τὸ μνημεῖον κατῆλθε, τῇ δὲ γυναικὶ τὴν ἀρχὴν καὶ τὴν πόλιν ἀναθεὶς ἅπασαν ἐκέλευσε μὴ προσιέναι, πέμπειν δὲ τὸ δεῖπνον αὐτῷ καθʼ ἑκάστην ἡμέραν εἰς βᾶριν ἐντιθεῖσαν, ἄχρι οὗ τὸν τάφον ἡ βᾶρις παρέλθῃ τὸ δεῖπνον ἀκέραιον ἔχουσα, τότε δὲ παύσασθαι πέμπουσαν, ὡς αὐτοῦ τεθνηκότος, ἐκεῖνος μὲν οὕτω τὸν λοιπὸν βίον διῆγεν, ἡ δὲ γυνὴ τῆς ἀρχῆς καλῶς ἐπεμελήθη καὶ μεταβολὴν κακῶν τοῖς ἀνθρώποις παρέσχε.
← Önceki 54 / 54

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi