25
ἦν οὖν ταῦτα καθʼ ἡδονὴν τῷ Λαάρχῳ, καὶ παντάπασιν ἀναπτοηθεὶς ἀναπτοηθείς] ἀναπτερωθεὶς Cobet. πρὸς τὴν φιλοφροσύνην τῆς γυναικὸς ὡμολόγησεν ἥξειν, ὅταν ἐκείνη κελεύῃ. ταῦτα δʼ ἔπραττεν ἡ Ἐρυξὼ μετὰ Πολυάρχου τοῦ πρεσβυτάτου τῶν ἀδελφῶν. ὁρισθέντος δὲ καιροῦ πρὸς τὴν σύνοδον, ὁ Πολύαρχος εἰς τὸ δωμάτιον τῆς ἀδελφῆς παρεισήχθη κρύφα, νεανίσκους ἔχων δύο σὺν αὑτῷ αὑτῳ Bernardakis: αὐτῷ. ξιφήρεις, φόνῳ πατρὸς ἐπεξιόντας, ὃν ὁ Λάαρχος ἐτύγχανεν ἀπεκτονὼς νεωστί.
25
μεταπεμψαμένης δὲ τῆς Ἐρυξοῦς αὐτὸν, ἄνευ δορυφόρων εἰσῆλθε, καὶ τῶν νεανίσκων αὐτῷ προσπεσόντων τυπτόμενος τοῖς ξίφεσιν ἀπέθανε. τὸν μὲν οὖν νεκρὸν ἔρριψαν ὑπὲρ τὸ τεῖχος, τὸν δὲ Βάττον προαγαγόντες προαγαγόντες van Herwerden: προσαγαγόντες. ἀνέδειξαν ἐπὶ τοῖς πατρίοις βασιλέα, καὶ τὴν ἀπʼ ἀρχῆς πολιτείαν ὁ Πολύαρχος ἀπέδωκε τοῖς Κυρηναίοις.