Thesauros Edebiyat biography Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί Plutarch
15 ἀλλʼ οὐδὲ τούτοις ὁ τύραννος ἐκάμπτετο, πολλοὺς δʼ ἀνῄρει καὶ πλείονας ἐφυγάδευεν ὀκτακόσιοι γοῦν λέγονται καταφυγεῖν εἰς εἰς van Herwerden: ἐπʼ. Αἰτωλοὺς δεόμενοι τὰς γυναῖκας αὑτοῖς καὶ τὰ νήπια τῶν τέκνων κομίσασθαι παρὰ τοῦ τυράννου. ὀλίγῳ δʼ ὕστερον αὐτὸς ἐκήρυξε τὰς βουλομένας γυναῖκας ἀπιέναι πρὸς τοὺς ἄνδρας, ὅσον βούλονται τῶν γυναικείων χρημάτων ἐπιφερομένας. ἐπεὶ δὲ πάσας ᾔσθετο μεθʼ ἡδονῆς τὸ κήρυγμα δεδεγμένας ἐγένοντο γὰρ ὑπὲρ ἑξακοσίας ὑπὲρ ἑξακοσίας Bernardakis: ὑπὲρ ἑξακόσιαι. τὸ πλῆθος, ἐκέλευσεν ἀθρόας ἡμέρᾳ ῥητῇ βαδίζειν, ὡς τὴν ἀσφάλειαν αὐτὸς παρέξων. ἐνστάσης δὲ τῆς ἡμέρας, αἱ μὲν ἐπὶ τὰς πύλας ἠθροίζοντο τὰ χρήματα συσκευασάμεναι, καὶ τῶν τέκνων τὰ μὲν ἐν ταῖς ἀγκάλαις φέρουσαι τὰ δʼ ἐπὶ τῶν ἁμαξῶν ἔχουσαι, καὶ περιέμενον ἀλλήλας· ἄφνω δὲ πολλοὶ τῶν τοῦ τυράννου ἐπεφέροντο, ἐπεφέροντο] ἐπεφαίνοντο Cobet. μένειν βοῶντες ἔτι πόρρωθεν. ὡς δʼ ἐγγὺς ἐγένοντο, τὰς μὲν γυναῖκας ἐκέλευον ἀναχωρεῖν ὀπίσω, τὰ δὲ ζεύγη καὶ τὰς ἁμάξας ὑποστρέψαντες ἔωσαν εἰς αὐτὰς καὶ διὰ μέσων ἀφειδῶς διήλαυνον, οὔτʼ ἀκολουθεῖν οὔτε μένειν ἐῶντες οὔτε τοῖς νηπίοις βοηθεῖν ἀπολλυμένοις τὰ μὲν γὰρ ἐκπίπτοντα τῶν ἁμαξῶν τὰ δʼ ὑποπίπτοντα διεφθείροντο, διεφθείροντο] διεφθείρετο Dinse, wrongly. βοῇ καὶ μάστιξιν ὥσπερ πρόβατα τῶν μισθοφόρων ἐπειγόντων ἀνατρεπομένας ὑπʼ ἀλλήλων, ἕως εἰς τὸ δεσμωτήριον ἐνέβαλον ἁπάσας, τὰ δὲ χρήματα πρὸς τὸν Ἀριστότιμον ἀπεκομίσθη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi