Thesauros Edebiyat biography Λακαινῶν ἀποφθάγματα

Λακαινῶν ἀποφθάγματα

Λακαινῶν ἀποφθάγματα Plutarch
5.2 ἄλλη ἀκούσασα τὸν υἱὸν ἐν παρατάξει πεσόντα ἔφη, δειλοὶ κλαιέσθωσαν ἐγὼ δέ σε, τέκνον, ἄδακρυς θάπτω θάπτω S. A. Naber and Hartman: καὶ ἱλαρὰ θάπτω. Pantazides would omit καὶ ἐμὸν καὶ to accomplish the same result, but cf. 235 a. τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.
5.3 ἀκούσασά τις τὸν υἱὸν σεσῳσμένον καὶ πεφευγότα ἐκ τῶν πολεμίων, γράφει αὐτῷ, κακὰ φάμα τευ κακκέχυται· ἢ ταύταν νῦν νυν Hatzidakis: νῦν. ἔκνιψαι ἢ μὴ ἔσο.
5.4 ἄλλη, τῶν υἱῶν φυγόντων ἐκ μάχης καὶ παραγενομένων ὡς αὐτήν, ποῦ, ποῦ] ποῖ Stobaeus, Florilegium, cviii. 83. φησίν, ἥκετε δραπετεύσαντες, κακὰ ἀνδράποδα; ἢ δεῦρο ὅθεν ἐξέδυτε καταδυσόμενοι; ἀνασυραμένη καὶ ἐπιδείξασα ἐπιδείξασα] δείξασα ibid. αὐτοῖς.
5.5 προσάγοντά τις τὸν υἱὸν θεασαμένη ἐπύθετο, τί πράττει ἡ πατρίς; εἰπόντος δέ, πάντες ἀπολώλασι, κεραμίδα ἄρασα ἐπαφῆκεν αὐτῷ καὶ ἀνεῖλεν, εἰποῦσα, σὲ οὖν κακάγγελον ἔπεμψαν ἡμῖν;
5.6 διηγουμένου τινὸς τῇ μητρὶ γενναῖον θάνατον τοῦ ἀδελφοῦ, εἶτʼ οὐκ αἰσχρόν, εἶπε, τῆς τοιαύτης συνοδίας ἀποτυχεῖν;
5.7 ἐκπέμψασά τις τοὺς υἱοὺς αὑτῆς πέντε ὄντας ἐπὶ πόλεμον, ἐν τοῖς προαστείοις εἱστήκει καραδοκοῦσα τί ἐκ τῆς μάχης ἀποβήσοιτο· ὡς δὲ παραγενόμενός τις πυθομένῃ ἀπήγγειλε τοὺς παῖδας ἅπαντας τετελευτηκέναι, ἀλλʼ οὐ τοῦτο ἐπυθόμην, εἶπε, κακὸν ἀνδράποδον, ἀλλὰ τί πράττει ἡ πατρίς. φήσαντος δὲ ὅτι νικᾷ, ἀσμένη τοίνυν, εἶπε, δέχομαι καὶ τὸν τῶν παίδων θάνατον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi