2.6
προτρεπομένη δὲ τὸν ἄνδρα Λεωνίδαν ἐξιόντα εἰς Θερμοπύλας ἄξιον τῆς Σπάρτης φανῆναι, ἠρώτα τί χρὴ πράττειν· ὁ δὲ ἔφη ἀγαθὸν γαμεῖν καὶ ἀγαθά τίκτειν.
Γυρτιάδος
3.1
Γυρτιάς, Ἀκροτάτου ποτὲ τοῦ θυγατριδοῦ αὐτῆς ἔκ τινος τῶν παίδων μάχης πολλὰς πληγὰς λαβόντος καὶ ἀπενεχθέντος οἴκαδε ὡς τεθνηκότος, κλαιόντων τῶν οἰκείων τε καὶ γνωρίμων, οὐ σιωπήσετε; ἔφη· ἔδειξε γὰρ οἵου αἵματος ἦν, καὶ οὐκ ἔφη δεῖν τοὺς ἀγαθοὺς βοᾶν ἀλλʼ ἰατρεύεσθαι .
3.2
ὅτε ἄγγελος ἦλθεν ἐκ Κρήτης τὸν Ἀκροτάτου θάνατον ἀπαγγέλλων, οὐκ ἔμελλεν ἔφη πρὸς τοὺς πολεμίους ἥκων ἢ αὐτὸς ὑπʼ ἐκείνων ἀποθανεῖσθαι ἢ κατακανεῖν κατακανεῖν] Cobetus: κατακάνειν ἐκείνους; ἥδιον δʼ ἀκούειν ὅτι ἀπέθανε καὶ ἑαυτῆς καὶ τῆς πόλεως ἀξίως καὶ τῶν προγόνων, ἢ εἰ ἔζη τὸν ἅπαντα χρόνον κακὸς ὤν.
Δαματρίας
4.1
Δαματρία τὸν υἱὸν δειλὸν καὶ ἀνάξιον ἑαυτῆς ἀκούσασα, παραγενόμενον ἀνεῖλε τὸ δʼ ἐπίγραμμα ἐπʼ αὐτῆς τόδε τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ, Anthol. Pal. VII 433 ἁ Λακεδαιμονία τὸν Λακεδαιμόνιον.
Λακαινῶν ἀδήλων
5.1
ἑτέρα Λάκαινα τὸν υἱὸν λιποτακτήσαντα λιποτακτήσαντα *: λειποτακτήσαντα ὡς ἀνάξιον τῆς πατρίδος ἀνεῖλεν, εἰποῦσα οὐκ ἐμὸν τὸ φίτυμα ἐφʼ ἧς τὸ ἐπίγραμμα τόδε ἔρρε κακὸν φίτυμα διὰ σκότος, οὗ διὰ μῖσος Εὐρώτας δειλαῖς μηδʼ ἐλάφοισι ῥέοι. Anthol. Pal. VII 433 ἀχρεῖον σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθʼ ᾍδαν, ἔρρε· τὸ μὴ Σπάρτας ἄξιον οὐδʼ ἔτεκον.
5.2
ἄλλη ἀκούσασα τὸν υἱὸν ἐν παρατάξει πεσόντα ἔφη δειλοὶ κλαιέσθωσαν· ἐγὼ δέ σε, τέκνον, ἄδακρυς καὶ ἱλαρὰ θάπτω τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.