39
Κηφισοφῶντα, εἰπόντα περὶ τοῦ τυχόντος δύνασθαι ὅλην τὴν ἡμέραν λέγειν, ἐξέβαλον, φάμενοι τὸν ἀγαθὸν μυθητὰν δεῖν τοῖς πράγμασιν ἴσον τὸν λόγον ἔχειν.
40
οἱ παῖδες παρʼ αὐτοῖς ξαινόμενοι μάστιξι διʼ ὅλης τῆς ἡμέρας ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας Ἀρτέμιδος μέχρι θανάτου πολλάκις διακαρτεροῦσιν ἱλαροὶ καὶ γαῦροι, ἁμιλλώμενοι περὶ νίκης πρὸς ἀλλήλους, ὅστις αὐτῶν ἐπὶ πλέον τε καὶ μᾶλλον καρτερήσειε τυπτόμενος· καὶ ὁ περιγενόμενος ἐν τοῖς μάλιστα ἐπίδοξός ἐστι. καλεῖται δὲ ἡ ἅμιλλα διαμαστίγωσις γίγνεται δὲ καθʼ ἕκαστον ἔτος.
41
ἕν δέ τι τῶν καλῶν καὶ μακαρίων ἐδόκει παρεσκευακέναι τοῖς πολίταις ὁ Λυκοῦργος ἀφθονίαν σχολῆς· τέχνης μὲν γὰρ ἅψασθαι βαναύσου τὸ παράπαν οὐκ ἐξῆν χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος ἐργώδη καὶ πραγματείας πραγματείας] πραγματείαν, Life of Lycurgus, chap. xxiv.οὐδʼ ὁτιοῦν ἔδει διὰ τὸ κομιδῇ τὸν πλοῦτον ἄζηλον πεποιηκέναι καὶ ἄτιμον. οἱ δὲ εἵλωτες αὐτοῖς εἰργάζοντο τὴν γῆν ἀποφέροντες ἀποφέροντες added by Turnebus. ἀποφορὰν τὴν ἄνωθεν ἱσταμένην. ἱσταμένην] ἑσταμένην most mss. ἐπάρατον ἐπάρατον] ἀπόρρητον Wyttenbach. δʼ ἦν πλείονός τινα μισθῶσαι, ἵνα ἐκεῖνοι μὲν κερδαίνοντες ἡδέως ὑπηρετῶσιν, οὗτοι δὲ μὴ πλέον ἐπιζητῶσιν.