28
Ἀφροδίτην σέβουσι τὴν ἐνόπλιον καὶ πάντας δὲ τοὺς θεοὺς θήλεις καὶ ἄρρενας λόγχας ἔχοντας ποιοῦνται, ὡς ἁπάντων τὴν πολεμικὴν ἀρετὴν ἐχόντων.
29
ἐπιλέγουσι δὲ καὶ οἱ παροιμιαζόμενοι τὰν χεῖρα ποτιφέροντα τὰν τύχαν καλεῖν, ὡς δέον ἐπικαλεῖσθαι τοὺς θεοὺς μετὰ τοῦ ἐγχειρεῖν τι καὶ πράττειν, ἄλλως δὲ μή.
30
τοῖς παισὶν ἐπεδείκνυον τοὺς εἵλωτας μεθύσαντες μεθύσαντες Wyttenbach, as is plain from the Life of Lycurgus, chap. xxviii. and the Life of Demetrius, chap. i.: μεθύσαντας. εἰς ἀποτροπὴν πολυοινίας.
31
ἔθος ἦν αὐτοῖς μηδὲ κόπτειν τὰς αὐλείους ἀλλʼ ἔξωθεν βοᾶν.
32
Στλεγγίσιν οὐ σιδηραῖς ἀλλὰ καλαμίναις ἐχρῶντο.
33
κωμῳδίας καὶ τραγῳδίας οὐκ ἠκροῶντο, ὅπως μήτε ἐν σπουδῇ μήτε ἐν παιδιᾷ ἀκούωσι τῶν ἀντιλεγόντων τοῖς νόμοις.
34
Ἀρχίλοχον τὸν ποιητὴν ἐν Λακεδαίμονι γενόμενον αὐτῆς ὥρας ἐδίωξαν, διότι ἐπέγνωσαν αὐτὸν πεποιηκότα ὡς κρεῖττόν ἐστιν ἀποβαλεῖν τὰ ὅπλα ἢ ἀποθανεῖν· ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν περὶ θάμνῳ ἔντος ἔντος Brunck: ἐντὸς. ἀμώμητον κάλλιπον οὐκ ἐθέλων· αὐτὸς δʼ ἐξέφυγον θανάτου τέλος· αὐτὸς... τέλος omitted here, is found in Sextus Empiricus, Pyrrhon. Hypotyposes, iii. 216 (p. 182). ἀσπὶς ἐκείνη ἐρρέτω· ἐξαῦθις κτήσομαι οὐ κακίω.
35
κόραις καὶ κόροις κοινὰ τὰ ἱερά.
36
Σκιραφίδαν ἐζημίωσαν οἱ ἔφοροι, ὅτι ὑπὸ πολλῶν ἠδικεῖτο.
37
Σακκοφόρον ἀνεῖλον, διότι παρυφὴν εἰς τὸν σάκκον ἐνέβαλεν.
38
τὸν ἐκ τοῦ γυμνασίου νεανίσκον ἐπετίμων, ὅτι τὴν εἰς Πυλαίαν ὁδὸν ἠπίστατο,