11
παῖς δὲ ὑπό τινος κολασθείς, εἰ τῷ πατρὶ ἐξήγγειλεν, αἰσχρὸν ἦν τῷ πατρὶ μὴ προσεντεῖναι ἀκούσαντα πάλιν ἑτέρας· ἐπίστευον γὰρ ἑαυτοῖς ἐκ τῆς πατρίου ἀγωγῆς μηδὲν αἰσχρὸν προστάξαι τοῖς τέκνοις.
12
κλέπτουσι δὲ οἱ νέοι καὶ τῶν σιτίων ὅ τι ἂν δύνωνται, μανθάνοντες εὐφυῶς ἐπιτίθεσθαι τοῖς καθεύδουσιν ἢ ῥᾳθύμως φυλάττουσι· τῷ δὲ ἁλόντι ζημία πληγαὶ καὶ τὸ πεινῆν. γλίσχρον γὰρ αὐτοῖς ἐστι δεῖπνον, ὅπως διʼ αὑτῶν ἀμυνόμενοι τὴν ἔνδειαν ἀναγκάζωνται τολμᾶν καὶ πανουργεῖν.
13
τόδε τόδε F.C.B. (τοῦτο in the Life of Lycurgus, chap. xvii.): τὸ δὲ. ἔργον τῆς σιτοδείας· διά τε ταῦτα γλίσχρα γλίσχρα F.C.B.: γλίσχρον. ἦν καὶ ἵνʼ ἐθίζωνται μηδέποτε γίγνεσθαι πλήρεις, δύνασθαι δὲ πεινῆν· οὕτω γὰρ ᾤοντο καὶ ἐν πολέμῳ χρησιμωτέρους ἔσεσθαι, εἰ δύναιντο καὶ ἀσιτήσαντες ἐπιπονῆσαι· καὶ ἐγκρατεστέρους δὲ καὶ εὐτελεστέρους, εἰ πλείω χρόνον διάγοιεν ἀπὸ μικρᾶς δαπάνης· τὴν δʼ ἀνοψίαν ὑποφέρειν, ὑποφέρειν Meziriacus: ἀποφέρειν. ὡς βρῶμα τὸ τυχὸν προσφέρεσθαι, ᾤοντο ὑγιεινότερα τὰ σώματα ἀπὸ τῆς ἐλλειπούσης ποιεῖν τροφῆς, νομίζοντες εἰς βάθος τε καὶ πλάτος ὁρμῇ ὁρμῇ F.C.B.: μὴ. πιεζόμενα πιεζόμενα Turnebus: πιεζόμενον. ἐπαίρειν εἰς ὕψος τὰ σώματα, καὶ καλὰ δὲ ποιεῖν· τὰς γὰρ ἰσχνὰς καὶ διακένους ἕξεις ὑπακούειν πρὸς τὴν διάρθρωσιν, τὰς δὲ πολυτρόφους πολυτρόφους Xylander: πολυτρόπους. διὰ βάρος ἀντιβαίνειν.