Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.70 ἄλλος εὐξάμενος ἀπὸ τοῦ Λευκάτα ῥίπτειν ἑαυτὸν ἀνέβη καὶ ὑπέστρεψεν ἰδὼν τὸ ὕψος· ὀνειδιζόμενος δὲ εἶπεν οὐκ ᾤμαν τὰν εὐχὰν ἄλλας μείζονος εὐχᾶς δεῖσθαι.
69.71 ἄλλος ἐπὶ παρατάξεως τῷ πολεμίῳ τὸ ξίφος καταφέρειν μέλλων, ἐπεὶ τὸ ἀνακλητικὸν ἐσήμηνεν, οὐκέτι κατήνεγκε πυθομένου δέ τινος διὰ τί τὸν ἐχθρὸν ἔχων ὑποχείριον οὐκ ἀπέκτεινεν, ὅτι, ἔφη, βέλτιόν ἐστι τοῦ φονεύειν τὸ πείθεσθαι τῷ ἄρχοντι.
69.72 Λάκωνί τινι ἡττωμένῳ ἐν Ὀλυμπίᾳ εἶπέ τις ὁ ἀνταγωνιστής, ὦ Λάκων, ἐγένετό σου κρείττων οὐ μὲν οὖν, ἔφη, ἀλλὰ καββαλικώτερος.
← Önceki 76 / 76

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi