Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.64 Λάκων, ἐπεὶ τῇ μὲν προτέρᾳ ἡμέρᾳ ὁ ξένος αὐτὸν ἐξέκλινε, τῇ δʼ ἑξῆς στρώματα χρησάμενος δαψιλῶς ὑπεδέχετο, ἐπιβὰς τοῖς στρώμασι κατεπάτει, ἐπιλέγων διὰ ταῦτα ἐχθὲς οὐδʼ ἐπὶ ψιάθου ὑπνωκέναι.
69.65 ἕτερος ἐλθὼν εἰς Ἀθήνας καὶ ὁρῶν τοὺς Ἀθηναίους τὸ τάριχος ἀποκηρύττοντας καὶ τὸ ὄψον, καὶ τελωνοῦντας καὶ πορνοβοσκοῦντας, καὶ ἕτερα ἔργα ἀσχήμονα πράττοντας, καὶ μηδὲν αἰσχρὸν ἡγουμένους ὅτε ἐπανῆλθεν εἰς τὴν πατρίδα, τῶν πολιτῶν πυνθανομένων αὐτοῦ ποῖὰ τινά ἐστι τὰ ἐν Ἀθήναις, πάντα, εἶπε, καλά, νεἰρωνευόμενος καὶ παριστὰς ὅτι πάντα παρὰ τοῖς Ἀθηναίοις καλὰ νομίζεται, αἰσχρὸν δὲ οὐδέν.
69.66 ἄλλος ἐρωτώμενος περί τινος ἀπεκρίνατο οὔ· ὡς δὲ ὁ ἐρωτήσας ἀπεκρίνατο ὅτι ψεύδῃ, ὁρᾷς οὖν, ἔφη, ὅτι μάταιος εἶ περὶ ὧν ἐπίστασαι ἐρωτῶν.
69.67 ἧκόν ποτε κατὰ πρεσβείαν Λάκωνες πρὸς Λύγδαμιν τὸν τύραννον· ὡς δʼ ἐκεῖνος ὑπερτιθέμενος πολλάκις συντυχεῖν ἀνεβάλλετο, τὸ δʼ ἐπὶ πᾶσι μαλακῶς ἔχειν αὐτὸν ἔφη τις, οἱ πρέσβεις, λέγε αὐτῷ, εἶπον, ὅτι μὰ τοὺς θεοὺς οὐ παλαισόμενοι πρὸς αὐτὸν ἐληλύθαμεν, ἀλλὰ διαλεχθησόμενοι.
69.68 Λάκωνά τινά τις μυσταγωγῶν ἠρώτα τί πράξας ἑαυτῷ σύνοιδεν ἀσεβέστατον, ὁ δέ, γιγνώσκουσιν οἱ θεοί, ἔφη· ἐπικειμένου δὲ μᾶλλον καὶ λέγοντος, πάντως σε δεῖ εἰπεῖν, ὁ Λάκων ἀντηρώτησε, τίνι με δεῖ εἰπεῖν, σοὶ ἢ τῷ θεῷ, τοῦ δὲ εἰπόντος, τῷ θεῷ, σὺ τοίνυν, ἔφη, ἀποχώρησον.
69.69 ἕτερος νυκτὸς μνῆμα παριὼν καὶ φαντασιωθεὶς δαιμόνιόν τι ἐπέδραμε τῇ λόγχῃ διαράμενος, καὶ ἐναπερείδων εἶπε, πῇ με φεύγεις, δὶς ἀποθανουμένη ψυχή;ν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi