Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.54 μετὰ δὲ τὴν Ἄγιδος ἧτταν, ὁμήρους αἰτοῦντος Ἀντιπάτρου πεντήκοντα παῖδας, Ἐτεοκλῆς ἐφορεύων εἶπε παῖδας μὲν οὐ δώσειν, ἵνα μὴ ἀπαίδευτοι γένωνται, τῆς πατρίου ἀγωγῆς ἀτευκτήσαντες· οὐδὲ πολῖται γὰρ ἂν εἴησαν· πρεσβύτας δʼ ἢ γυναῖκας, εἰ βούλοιτο, διπλασίους δώσειν. ἀπειλοῦντος δʼ αὐτοῦ δεινά, εἰ μὴ λάβοι, ἀπεκρίναντο κοινῇ ἐὰν χαλεπώτερα θανάτου ἐπιτάττῃς, εὐκολώτερον ἀποθανούμεθα.
69.55 πρεσβύτης ἐν Ὀλυμπίᾳ συντελουμένου τοῦ ἀγῶνος προθυμούμενος θεάσασθαι, καθέδρας ἠπόρει πολλοὺς δʼ ἐπιπορευόμενος τόπους ὑβρίζετο καὶ ἐσκώπτετο, μηδενὸς αὐτὸν παραδεχομένου· ὡς δὲ κατὰ τοὺς Λακεδαιμονίους ἧκεν, ἀνέστησαν πάντες οἱ παῖδες καὶ πολλοὶ τῶν ἀνδρῶν τοῦ τόπου ἐκχωροῦντες· τῶν δὲ Πανελλήνων ἐπισημηναμένων ἐπισημηναμένων Cobetus: ἐπισημειωσαμένων κρότῳ τὸ ἔθος καὶ ὑπερεπαινούντων, ὁ πρεσβύτης κινήσας πολιόν τε κάρη πολιόν τε γένειον Hom. X 74 Ω 516 καὶ δακρύσας οἴμοι τῶν κακῶν φησὶν ὡς ἅπαντες μὲν οἱ Ἕλληνες ἐπίστανται τὰ καλά, χρῶνται δʼ αὐτοῖς μόνοι Λακεδαιμόνιοι φασὶ δέ τινες, ὅτι καὶ Ἀθήνησι τὸ αὐτὸ ἐγένετο· Παναθηναίων γὰρ ὄντων οἱ Ἀττικοὶ γέροντα προεπηλάκιζον, προσκαλούμενοι μὲν ὡς παραδεξόμενοι, εἰ δὲ παραγένοιτο, οὐ προσδεχόμενοι· ὡς δὲ διεξιὼν σχεδὸν ἅπαντας ἐγένετο κατὰ τοὺς Λακεδαιμονίων θεωρούς, ἅπαντες τῶν βάθρων ἀναστάντες τοῦ τόπου παρεχώρουν ἀγασθεὶς δὲ ὁ ὄχλος ἐπὶ τῷ γεγονότι ἐκρότησε μετὰ πολλῆς ἐπισημασίας, καί τις εἶπε τῶν Σπαρτιατῶν νὴ νὴ] ναὶ Cobetus τὼ σιώ, ἴσασι μὲν οἱ Ἀθηναῖοι τὰ καλά, οὐ πράσσουσι δέ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi