Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.13 Χίων ποτὲ κατʼ ἐπιδημίαν ἀπὸ δείπνου ἐμεσάντων ἐν τῷ ἐφορείῳ καὶ χεσάντων ἐπὶ τῶν δίφρων, ἔνθα οἱ ἔφοροι ἐκάθηντο, τὸ μὲν πρῶτον ἰσχυρῶς ἀνεζήτουν τοὺς ποιήσαντας μὴ πολῖται τυγχάνωσιν· ὡς δʼ ᾔσθοντο ὅτι Χῖοι ἦσαν, ἐκήρυξαν, ʼ τοῖς Χίοις ἐφιᾶσιν ἀσελγαίνειν.ʼ
69.14 ἐπεὶ δέ τις τὰς ἀμυγδαλᾶς τῶν σκληρῶν ἑώρα διπλασίου πωλουμένας, μὴ σπάνιοι, ἔφη, οἱ λίθοι;ν
69.15 τίλας τις ἀηδόνα καὶ βραχεῖαν πάνυ σάρκα εὑρὼν, εἶπε, φωνὰ τύ τίς ἐσσι καὶ οὐδὲν ἄλλο.
69.16 ἰδών τις τῶν Λακώνων Διογένη τὸν κύνα περιλαμβάνοντα ἀνδριάντα χάλκεον, ψύχους ὄντος σφοδροῦ, ἐπύθετο εἰ ῥιγῴη· ἀρνησαμένου δέ, τί οὖν, ἔφη, μέγα ποιεῖς;
69.17 Ὀνειδισθείς τις τῶν Μεταποντίων εἰς δειλίαν ὑπὸ Λάκωνος, ἀλλὰ μήν, ἔφη, οὐκ ὀλίγα τῆς ἀλλοτρίας ἔχομεν ὁ δέ, οὐ μόνον ἄρα, ἔφη, δειλοὶ ἀλλὰ καὶ ἄδικοί ἐστε.
69.18 κατʼ ἐπιδημίαν τις ἐν Σπάρτῃ κρηπιδούμενος ὀρθὸς ἐπὶ θατέρου σκέλους εἶπε πρὸς Λάκωνα, οὐκ ἂν οἶμαί σε, ὦ Λάκων, τοσοῦτον χρόνον ἐπὶ τοῦ ποδὸς ὅσον ἐγὼ στῆναι. καὶ ὃς ὑπολαβών, οὐ γάρ, ἔφη, τῶν μέντοι χηνῶν οὐκ ἔστιν ὅστις οὔ.
69.19 Μεγαλυνομένου τινὸς ἐπὶ τῇ ῥητορικῇ τέχνῃ, εἶπέ τις Λάκων, ἀλλὰ ναὶ ναὶ Cobet: νὴ. τὼ σιὼ, τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτε ἐστὶν οὔτε μήποτε γένηται.
69.20 Ἀργείου ποτὲ εἰπόντος, πολλοὶ τάφοι παρʼ ἡμῖν εἰσὶ Σπαρτιατῶν, Λάκων εἶπεν, ἀλλὰ μὴν παρʼ ἡμῖν Ἀργείων οὐδὲ εἷς, ὡς αὐτῶν μὲν πολλάκις Ἄργους ἐπιβεβηκότων Ἀργείων δὲ τῆς Σπάρτης οὐδέποτε.
69.21 Λάκων αἰχμαλωτισθεὶς καὶ πιπρασκόμενος, τοῦ κήρυκος λέγοντος, Λάκωνα πωλῶ, ἐπεστόμισεν εἰπών, αἰχμάλωτον κήρυσσε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi