Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.48 πρὸς δὲ τὸν μακαρίζοντα Λάμπιν τὸν Αἰγινήτην, διότι ἐδόκει πλουσιώτατος εἶναι ναυκλήρια πολλὰ ἔχων, Λάκων εἶπεν οὐ προσέχω εὐδαιμονίᾳ ἐκ σχοινίων ἀπηρτημένῃ.
69.49 εἰπόντος δέ τινος Λάκωνι ὅτι ψεύδεται, ἀπεκρίνατο ἐλεύθεροι γὰρ εἰμες· οἱ δʼ ἄλλοι, αἴκα μὴ τἀληθῆ λέγωντι, οἰμώξονται.
69.50 προθέμενός τις νεκρὸν στῆσαι ὀρθόν, ὡς πάντα ποιῶν οὐκ ἐδύνατο, νὴ τὼ σιώ εἶπεν ἔνδον τι εἶναι δεῖ.
69.51 Τύννιχος, Θρασυβούλου τοῦ παιδὸς ἀποθανόντος, εὐρώστως ἤνεγκε· καὶ ἐπίγραμμα εἰς τοῦτον ἐγένετο τὰν Πιτάναν Θρασύβουλος ἐπʼ ἀσπίδος ἤλυθεν ἄπνους ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος, δεικνὺς ἀντία πάντα· τὸν αἱματόεντα δʼ ὁ πρέσβυς θεὶς θεὶς - τάδε] παῖδ’ - τιθείς Anthol. Pal. VII 229 ἐπὶ πυρκαϊὴν Τύννιχος εἶπε τάδε, δειλοὶ κλαιέσθωσαν ἐγὼ δέ σε τέκνον ἄδακρυς θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.
69.52 Ἀλκιβιάδῃ τῷ Ἀθηναίῳ βαλανέως ἐπὶ πλεῖστον ἐπὶ πλεῖστον] ὅτι πλεῖστον? παραχέοντος ὕδωρ, Λάκων εἶπε τί τοῦτο ὡς καθαρῷ; σφόδρα σφόδρα] ὡς σφόδρα δὲ ῥυπαρῷ πλεῖον παράχει.
69.53 Φιλίππου τοῦ Μακεδόνος προστάσσοντός τινα διʼ ἐπιστολῆς, ἀντέγραψαν οἱ Λακεδαιμόνιοι περὶ ὧν ἄμμιν ἔγραψας οὔ. ὅτε δὲ ἐνέβαλεν εἰς τὴν Λακωνικὴν καὶ ἐδόκουν ἅπαντες ἀπολεῖσθαι, εἶπε δὲ πρός τινα τῶν Σπαρτιατῶν τί νῦν ποιήσετε, ὦ Λάκωνες; τί γάρ ἔφη ἄλλο ἢ ἀνδρείως ἀποθανούμεθα; μόνοι γὰρ ἡμεῖς Ἑλλήνων ἐλεύθεροι εἶναι καὶ μὴ ὑπακούειν ἄλλοις ἐμάθομεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi