Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
69.2 ῥήτορος μακρὸν κατατείναντος λόγον καὶ τὰς ἀποκρίσεις αἰτοῦντος, ἵνα τοῖς πολίταις ἀπαγγείλῃ, ἀπάγγελλε τοίνυν, ἔφασαν, ὅτι μόλις μὲν σὺ ἐπαύσω λέγων, μόλις δὲ ἡμεῖς ἀκούοντες.
69.3 πρὸς Θηβαίους περί τινων ἀντιλέγοντας ἢ φρονεῖν, εἶπον, δεῖ ἔλαττον ἢ δύνασθαι μεῖζον.
69.4 Λάκων ἐρωτηθεὶς διʼ ἣν αἰτίαν τὰς τοῦ πώγωνος τρίχας ἐπὶ πολὺ κομώσας ἔχει, εἶπεν, ἵνα βλέπων τὰς πολιὰς μηδὲν ἀνάξιον αὐτῶν πράττω.
69.5 ἄλλος πυθομένου τινός, διὰ τί ἐγχειριδίοις βραχέσι χρῆσθε; ἵνα πλησίον, εἶπε, τοῖς πολεμίοις εἰς χεῖρας ἵκωμες.
69.6 ἐπαινοῦντός τινος τοὺς Ἀργείους Ἁργείους van Leewen: ἀρίστους. μαχητάς, Λάκων εἶπεν, ἐν Τροίᾳ.
69.7 ἕτερος ἀκούσας δειπνήσαντάς τινας βιάζεσθαι πίνειν, μὴ καὶ ἐσθίειν, εἶπε, βιάζονται;ν
69.8 Πινδάρου γράψαντος, Ἑλλάδος ἔρεισμα Ἀθῆναι, Λάκων ἔφη καταπεσεῖν ἂν τὴν Ἑλλάδα ὀχουμένην ἐρείσματι τοιούτῳ.
69.9 ἐπεὶ δὲ ἰδών τις ἐν πίνακι γραπτῷ Λάκωνας ὑπὸ Ἀθηναίων σφαττομένους ἔλεγεν, ἀνδρεῖοὶ γʼ Ἀθηναῖοι, Λάκων ὑποτυχών, ἐν τῷ πίνακι, εἶπε.
69.10 πρὸς δέ τινα προσιέμενον τὰς ἐκ διαβολῆς βλασφημίας Λάκων εἶπε, παῦσαι κατʼ ἐμοῦ τὰ ὦτα χορηγῶν.
69.11 πρὸς δὲ τὸν κολαζόμενον καὶ λέγοντα, ἄκων ἥμαρτον, εἶπέ τις, ἄκων τοίνυν καὶ κολάζου.
69.12 ἰδών τις ἐν ἀποχωρήσει θακοῦντας θακοῦντας F.C.B.: θακέοντας (θακεύοντας Life of Lycurgus, chap. xx.) ἐπὶ δίφρων ἀνθρώπους, μὴ γένοιτο, εἶπεν, ἐνταῦθα καθίσαι ὅθεν οὐκ ἔστιν ἐξαναστῆναι πρεσβυτέρῳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi