Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
64.1 Πολυκρατίδας Πολυκρατίδας] Πολυστρατίδας Life of Lycurgus, chap. xxv. πρεσβεύων πρὸς τοὺς βασιλέως στρατηγοὺς μεθʼ ἑτέρων, ἐρομένων αὐτῶν πότερον ἰδίᾳ πάρεισιν ἢ δημοσίᾳ ἐπέμφθησαν, αἴκα τύχωμεν, δημοσίᾳ, εἶπεν, αἰ αἴκα τύχωμες ... αἰ Cobet (partly from the Life of Lycurgus, chap. xxv.): αἴκε τύχωμεν ... εἰ δὲ. δὲ μὴ, ἰδίᾳ.

Φοιβιδου

65.1 Φοιβίδας, πρὸ τοῦ κινδύνου τοῦ Λευκτρικοῦ λεγόντων τινῶν δείξειν τὴν ἡμέραν ταύτην τὸν ἀγαθόν, πολλοῦ τὴν ἡμέραν, ἔφησεν, ἀξίαν εἶναι, δυναμένην τὸν ἀγαθὸν δεῖξαι.

Σοου

66.1 Σόον Σόον Xylander: σῶον. λέγεται ἐν χωρίῳ χαλεπῷ καὶ ἀνύδρῳ πολιορκούμενον ὑπὸ Κλειτορίων ὁμολογῆσαι τὴν δορίκτητον αὐτοῖς ἀφεῖναι γῆν, εἰ πίοιεν οἱ οἱ added by Turnebus. μετʼ αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς· ἐφρούρουν δʼ αὐτὴν οἱ πολέμιοι. γενομένων δὲ τῶν ὅρκων, συναγαγόντα τοὺς μεθʼ ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν οὐδενὸς δὲ καρτερήσαντος ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον, ἔτι τῶν πολεμίων παρόντων, ἀπελθεῖν ἀπελθεῖν Turnebus (from the Life of Lycurgus, chap. ii.): ἐπελθεῖν. καὶ τὴν χώραν κατασχεῖν ὡς μὴ πιόντα.

Τήλεκλος

67.1 Τήλεκλος Τήλεκλος Xylander: τήλεκρος. πρὸς τὸν εἰπόντα, ὅτι ὁ πατὴρ λέγει κακῶς αὐτόν, εἰ μὴ αὐτῷ, ἔφη, λεκτὸν λεκτὸν] λεκτέον Bernardakis, but unnecessarily. See, for example, Jebb on Sophocles, O.C. 1360. ἦν, οὐκ ἂν ἔλεγεν.
67.2 εἰπόντος δὲ τοῦ ἀδελφοῦ, ὅτι οὐχ ὁμοίως αὐτῷ προσφέρονται οἱ πολῖται ὡς ἐκείνῳ ὄντι ἐκ τῶν αὐτῶν, ἀγνωμονέστερον δέ, εἶπε, σὺ γὰρ οὐκ οἶδας ἀδικεῖσθαι, ἐγὼ δέ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi