Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
61.3 Πρὸς δὲ τὸν ἀηδόνα μιμούμενον, ἥδιον, ἔφη, ὦ ξένε, αὐτῆς ἄκουσα τῆς ἀηδόνος.
61.4 λέγοντος δέ τινος ὅτι κακολόγος τις αὐτὸν ἐπῄνει, θαυμάζω, ἔφη, εἰ μή τις αὐτῷ εἶπεν ὅτι ἀπέθανον· ζῶντα γὰρ ἐκεῖνος οὐδένα καλῶς λέξαι δύναται.

Παειστωνακτος

62.1 Πλειστῶναξ ὁ Παυσανίου, Ἀττικοῦ τινος ῥήτορος τοὺς Λακεδαιμονίους ἀμαθεῖς ἀποκαλοῦντος, ὀρθῶς, ἔφη, λέγεις· μόνοι γὰρ Ἑλλήνων ἡμεῖς οὐδὲν κακὸν μεμαθήκαμεν παρʼ ὑμῶν.

Πολυδώρου

63.1 Πολύδωρος ὁ Ἀλκαμένους, ἀπειλοῦντός τινος τοῖς ἐχθροῖς συχνά, οὐ συνίης, ἔφη, τῆς τιμωρίας τὸ πλεῖστον καταναλίσκων μέρος;
63.2 Ἐξάγοντος δʼ αὐτοῦ τὸ στράτευμα ἐπὶ Μεσσήνην, ἤρετό τις εἰ τοῖς ἀδελφοῖς μάχεσθαι μέλλει, οὐκ ἔφη, ἀλλʼ ἐπὶ τὴν ἀκλήρωτον τῆς χώρας βαδίζειν. βαδίζειν F.C.B.: βαδίζει.
63.3 Ἀργείων δὲ πάλιν μετὰ τὴν τῶν τριακοσίων μάχην ἐκ παρατάξεως πανδημεὶ κρατηθέντων, τὸν Πολύδωρον οἱ σύμμαχοι παρεκελεύοντο μὴ παρεῖναι τὸν καιρόν, ἀλλʼ ἐπελθόντα τῷ τείχει τῶν πολεμίων τὴν πόλιν ἑλεῖν· ῥᾷστον γὰρ ἔσεσθαι, τῶν μὲν ἀνδρῶν ἀπολωλότων, τῶν γυναικῶν δὲ ἀπολελειμμένων ἔφη οὖν πρὸς αὐτούς, τὸ μὲν ἐκ τοῦ ἴσου μαχόμενον νικᾶν τοὺς ἐναντιουμένους ἐστί μοι καλόν, τὸ δʼ ὑπὲρ τῶν ὅρων τῆς χώρας μεμαχημένον τὴν πόλιν ἐπιθυμεῖν λαβεῖν οὐ δίκαιον τίθεμαι εἶναι· ἦλθον γὰρ χώραν ἀπολαβεῖν οὐ καταλαβέσθαι πόλιν.
63.4 ἐρωτηθεὶς δὲ διὰ τί Σπαρτιᾶται κατὰ πόλεμον κινδυνεύουσιν ἀνδρείως, ὅτι, ἔφη, αἰδεῖσθαι τοὺς ἡγεμόνας ἔμαθον οὐ φοβεῖσθαι.

Πολυκρατιδου

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi