Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
2.24 Θάσιοι δὲ τὴν χώραν αὐτῶν διαπορευομένῳ μετὰ τοῦ στρατεύματος ἄλφιτα καὶ χῆνας καὶ τραγήματα καὶ μελίπηκτα καὶ ἄλλα παντοδαπὰ βρώματά τε καὶ πόματα πόματα] πέμματα (καὶ μύρα)? πολυτελῆ ἔπεμψαν· μόνα δὲ τὰ ἄλφιτα δεξάμενος τὰ λοιπὰ ἀπάγειν ἐκέλευσεν ὀπίσω τοὺς κομίζοντας, ὡς οὐδὲν αὐτοῖς ὄντα χρήσιμα. λιπαρούντων δὲ καὶ δεομένων πάντως λαβεῖν, ἐκέλευσεν αὐτὰ τοῖς εἵλωσι διαδίδοσθαι. διαδίδοσθαι *: διαδιδοῦσθαι πυθομένων δὲ τὴν αἰτίαν, ἔφη τοὺς ἀνδραγαθίαν ἀσκοῦντας τὰς τοιαύτας λιχνείας οὐχ ἁρμόζει προσίεσθαι τὰ γὰρ δελεάζοντα τοὺς ἀνδραποδώδεις τῶν ἐλευθέρων ἀλλότρια.
2.25 πάλιν δὲ τῶν Θασίων διὰ τὸ δοκεῖν μεγάλως ὑπʼ αὐτοῦ εὐεργετῆσθαι ναοῖς αὐτὸν καὶ ἀποθεώσεσι ἀποθεώσει Herwerdenus τιμησάντων καὶ περὶ τούτου περὶ τούτου deleverim πρεσβείαν ἀποστειλάντων, ἀναγνοὺς τὰς τιμάς, ἃς αὐτῷ προσήνεγκαν οἱ πρέσβεις, ἠρώτησεν εἰ ἡ πατρὶς αὐτῶν ἀποθεοῦν ἀνθρώπους δύναται· φαμένων δέ, ἄγετʼ ἔφη ποιήσατε πρώτους ἑαυτοὺς θεούς· θεούς* καὶ τοῦτʼ ἂν πράξητε , τότε πιστεύσω ὑμῖν ὅτι κἀμὲ δυνήσεσθε θεὸν ποιῆσαι.
2.26 τῶν δὲ ἐπὶ τῆς Ἀσίας Ἑλληνικῶν ἐθνῶν ψηφισαμένων ἐν ταῖς ἐπιφανεστάταις πόλεσιν εἰκόνας ἀνιστᾶν αὐτοῦ, προσέγραψεν ἐμοῦ μηδεμία εἰκὼν ἔστω μηδὲ malim μήτε ter γραπτὴ μηδὲ πλαστὴ μηδὲ κατασκευαστή.
2.27 θεασάμενος δὲ ἐπὶ τῆς Ἀσίας οἰκίαν τετραγώνοις ὠροφωμένην δοκοῖς ἠρώτησε τὸν κεκτημένον εἰ τετράγωνα παρʼ αὐτοῖς φύεται ξύλα· φαμένου δὲ οὔ, ἀλλὰ στρογγύλα, τί οὖν; εἶπεν εἰ τετράγωνα ἦν, στρογγύλα στρογγύλʼ ἂν? ἐτελεῖτε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi