Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
50.1 λέων ὁ Εὐρυκρατίδα ἐρωτηθείς, ποίαν τις ἂν πόλιν οἰκήσας ἀσφαλῶς οἰκοίη, ὅπου, ἔφη, μήτε πλείω μήτε ἐλάττονα κεκτήσονται οἱ ἐνοικοῦντες· καὶ ὅπου τὸ μὲν δίκαιον ἰσχύσει, τὸ δὲ ἄδικον ἀσθενὲς ἔσται.
50.2 ὁρῶν δὲ τοὺς ἐν Ὀλυμπίᾳ δρομεῖς σπουδάζοντας περὶ τὴν ἄφεσιν ἵνα πλεονεκτήσωσιν, ὅσῳ μᾶλλον, ἔφη, οἱ δρομεῖς σπουδάζουσι περὶ τῆς ταχυτῆτος ἢ περὶ τῆς δικαιοσύνης.
50.3 ἀκαίρως δέ τινος περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος, ὦ ξένε, εἶπεν, οὐκ ἐν δέοντι χρῇ τῷ δέοντι.

Λεωνιδου τοῦ Ἀναξανδρίδα

51.1 Λεωνίδας ὁ Ἀναξανδρίδα, ἀδελφὸς δὲ Κλεομένους, πρός τινα εἰπόντα, πλὴν τοῦ βασιλεύειν ἡμῶν οὐδὲν διαφέρεις, ἀλλʼ οὐκ ἄν, ἔφη, εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον.
51.2 τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφη, ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθὰ τίκτειν.
51.3 λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, οὐκ ἀλλὰ πλέονας, οὐκ, ἀλλὰ πλέονας (πλίονας?) F.C.B.: οὐκ, ἄλλας or οὐκ ὀλίγους, or nothing at all (οὔκ, ἀλλ’ ἅλις or οὔκ, ἀλλὰ πολλοὺς is suggested by Bernardakis). ἔφη, πρὸς ἣν βαδίζομεν πρᾶξιν.
51.4 πάλιν δὲ αὐτῶν εἰπόντων, μή τι ἕτερον διέγνωκας ποιεῖν ἢ τὰς παρόδω τὼς βαρβάρως τᾶς παρόδω τὼς βαρβάρως Kronenberg: τὰς παρόδους τῶν βαρβάρων. κωλύειν; τῷ λόγῳ, ἔφη, τῷ δʼ ἔργῳ ἀποθανούμενος ὑπὲρ τῶν Ἑλλήνων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi