49.4
πυθομένου δέ τινος διὰ τί τὰ ἀπὸ τῶν πολεμίων ὅπλα τοῖς θεοῖς οὐκ ἀνατιθέασιν, ἔφη ὅτι τὰ διὰ τὴν δειλίαν τῶν κεκτημένων θηραθέντα οὔτε τοὺς νέους ὁρᾶν καλὸν οὔτε τοῖς θεοῖς ἀνατιθέναι.
Λέοντος τοῦ Εὐρυκρατίδα
50.1
Λέων ὁ Εὐρυκρατίδα ἐρωτηθείς, ποίαν τις ἂν πόλιν οἰκήσας ἀσφαλῶς οἰκοίη, ὅπου ἔφη μήτε πλείω μήτε ἐλάσσονα κεκτήσονται οἱ ἐνοικοῦντες· καὶ ὅπου τὸ μὲν δίκαιον ἰσχύσει, τὸ δὲ ἄδικον ἀσθενὲς ἔσται.
50.2
ὁρῶν δὲ τοὺς ἐν Ὀλυμπίᾳ δρομεῖς σπουδάζοντας περὶ τὴν ἄφεσιν ἵνα πλεονεκτήσωσιν, ὅσῳ μᾶλλον ἔφη οἱ δρομεῖς σπουδάζουσι περὶ τῆς ταχυτῆτος ἢ περὶ τῆς δικαιοσύνης
50.3
ἀκαίρως δέ τινος περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος, ὦ ξένε εἶπεν οὐκ ἐν δέοντι χρῇ τῷ δέοντι.
Λεωνίδου τοῦ Ἀναξανδρίδα
51.1
Λεωνίδας ὁ Ἀναξανδρίδα, ἀδελφὸς δὲ Κλεομένους, πρός τινα εἰπόντα πλὴν τοῦ βασιλεύειν ἡμῶν οὐδὲν διαφέρεις, ἀλλʼ οὐκ ἄν ἔφη εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον.
51.2
τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφη ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθά τίκτειν.
51.3
λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, οὐκ ἄλλας οὐκ ἄλλας] οὐκ ὀλίγους m. s. V². οὔκ, ἀλλʼ ἅλις an οὔκ, ἀλλὰ πολλοὺς? ἔφη πρὸς ἣν βαδίζομεν πρᾶξιν.
51.4
πάλιν δὲ αὐτῶν εἰπόντων μή τι ἕτερον διέγνωκας ποιεῖν ἢ τὰς παρόδους τῶν βαρβάρων τῶν βαρβάρων] delevit Madvigius κωλύειν; κωλύειν] ἰέναι κωλύσων idem τῷ λόγῳ ἔφη τῷ δʼ ἔργῳ ἀποθανούμενος ἀποθανούμενος] ἄπειμι ἀποθανούμενος? ὑπὲρ τῶν Ἑλλήνων.