Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
45.10 τῶν δὲ πολιτῶν τινος λέγοντος ὅτι τὸν ἀγαθὸν βασιλέα πάντῃ πάντως πρᾶον εἶναι δεῖ, οὐκοῦν, ἔφη, ἄχρι τοῦ μὴ εὐκαταφρόνητον εἶναι.
45.11 Ἑλκυσθεὶς δὲ νόσῳ μακρᾷ, ἐπεὶ καθαρταῖς καὶ μάντεσι προσεῖχε τὸ πρὶν οὐ προσέχων, θαυμάζοντός τινος, τί θαυμάζεις; ἔφη, οὐ γάρ εἰμι ὁ αὐτὸς νῦν καὶ τότε· οὐκ ὢν δὲ ὁ αὐτὸς οὐδὲ τὰ αὐτὰ δοκιμάζω.
45.12 σοφιστοῦ δέ τινος περὶ ἀνδρείας λέγοντος πλείω, ἐγέλασε· τοῦ δὲ εἰπόντος, τί γελᾷς, Κλεόμενες, περὶ ἀνδρείας λέγοντος ἀκούων, καὶ ταῦτα βασιλεὺς ὤν; ὅτι, ἔφη, ξένε, καὶ ἡ χελιδὼν εἰ περὶ αὐτῆς ἔλεγε, τὸ αὐτὸ τοῦτο ἂν ἐποίουν· εἰ δὲ ἀετός, πολλὴν ἂν εἶχον ἠρεμίαν.
45.13 τῶν δὲ Ἀργείων τὴν προτέραν ἧτταν φασκόντων ἀναμαχεῖσθαι, θαυμάζω, ἔφη, εἰ δύο συλλαβῶν προσθήκῃ νῦν κρείττονες ἐγένεσθε ἢ πρόσθεν ἦτε.
45.14 λοιδοροῦντος δέ τινος αὐτὸν καὶ φήσαντος θρυπτικὸς εἶ, ὦ Κλεόμενες, ἀλλὰ κρεῖττον, ἔφη, ἢ ἄδικον εἶναι· σὺ δὲ φιλοχρήματος καίπερ ἱκανὰ κεκτημένος.
45.15 ψάλτην δέ τις αὐτῷ βουλόμενος συστῆσαι τά τε ἄλλα τὸν ἄνδρα ἐπῄνει καὶ ψάλτην αὐτὸν ἔφη κράτιστον εἶναι τῶν Ἑλλήνων ὁ δὲ δείξας τινὰ τῶν πλησίον, πλησίον Bernardakis: πλησίων. νὴ τοὺς θεούς, ἔφη, οὗτος παρʼ ἐμοὶ ζωμοποιός.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi