Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
41.1 Ἱππόδαμος, ὅτε Ἆγις Ἀρχιδάμῳ παρετάττετο, συμπεμφθεὶς Ἀρχιδάμῳ ... συμπεμφθεὶς] Ἀντιπάτρῳ ... πεμφθεὶς Wyttenbach. τῷ Ἄγιδι εἰς Σπάρτην ἐκεῖ τὰς χρείας παρέχεσθαι, ἀλλʼ οὗτος, ἔφη, οὔτοι καλλίω καλλίω Wyttenbach (καλλίονα van Herwerden): κάλλιον. θάνατον ἀποθανοῦμαι ἢ ἢ added by F.C.B. ὑπὲρ Σπάρτας ἀνδραγαθῶν · ἦν δὲ βεβιωκὼς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη· καὶ μετὰ ταῦτα λαβὼν τὰ ὅπλα καὶ στὰς ἐν δεξιᾷ τοῦ βασιλέως, μαχόμενος ἀποθνῄσκει.

Ἱπποκρατίδου

42.1 Ἱπποκρατίδας πρὸς τὸν τῆς Καρίας σατράπην ἐπιστείλαντα δι᾽ ὅ τι Λακεδαιμόνιος ἀνὴρ ἐπίβουλευόντων τινῶν συνειδὼς τὴν ἐπιβουλὴν κατεσιώπησε, καὶ προσθέντα προσθέντα F.C.B.: προσθέντος. πῶς χρήσεται αὐτῷ, ἀντέγραψεν, εἰ μὲν μέγα τι ἀγαθὸν αὐτὸν πεποίηκας, κατάκτανε· εἰ δὲ μή, ἐκ τῆς χώρας ἔκβαλε δειλὸν πρὸς ἀρετὴν ὄντα.
42.2 ἀπαντήσαντος δέ ποτε αὐτῷ μειρακίου, ᾧ ἠκολούθει ἐραστής τις, καὶ διατραπέντος, μετὰ τοιούτων ἔφη βαδίζειν δεῖ, μεθʼ ὧν ὀφθεὶς τὴν αὐτὴν χρόαν τηρήσεις.

Καλλικρατίδου

43.1 Καλλικρατίδας ναύαρχος, τῶν Λυσάνδρου φίλων ἀξιούντων ἐπιτρέψαι αὐτοῖς ἕνα τινὰ τῶν ἐχθρῶν ἀνελεῖν καὶ λαβεῖν πεντήκοντα τάλαντα, καίτοι σφόδρα δεόμενος χρημάτων εἰς ὀψώνια τοῖς ναύταις, οὐ συνεχώρησε. Κλέανδρος δὲ σύμβουλος ὤν, ἀλλʼ ἔγωγʼ ἂν ἔλαβον, εἶπεν, εἰ σὺ ἤμην καὶ γὰρ αὐτός, εἶπεν, εἰ σὺ ἦν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi